Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. νειόθεν ἐκ κραδίης, τρομέοντο δέ οἱ φρένες ἐντός.
  2. ἤτοι ὅτʼ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε,
  3. θαύμαζεν πυρὰ πολλὰ τὰ καίετο Ἰλιόθι πρὸ
  4. αὐλῶν συρίγγων τʼ ἐνοπὴν ὅμαδόν τʼ ἀνθρώπων.
  5. αὐτὰρ ὅτʼ ἐς νῆάς τε ἴδοι καὶ λαὸν Ἀχαιῶν,
  6. πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτας
  7. ὑψόθʼ ἐόντι Διί, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ.
  8. ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ
  9. Νέστορʼ ἔπι πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν,