Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς·
  2. ἀλλʼ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα
  3. ἢ καὶ ὀνειροπόλον, καὶ γάρ τʼ ὄναρ ἐκ Διός ἐστιν,
  4. ὅς κʼ εἴποι ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων,
  5. εἴτʼ ἄρʼ ὅ γʼ εὐχωλῆς ἐπιμέμφεται ἠδʼ ἑκατόμβης,
  6. αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων
  7. βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι.
  8. ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη
  9. Κάλχας Θεστορίδης οἰωνοπόλων ὄχʼ ἄριστος,
  10. ὃς ᾔδη τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα,
  11. καὶ νήεσσʼ ἡγήσατʼ Ἀχαιῶν Ἴλιον εἴσω
  12. ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων·
  13. ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
  14. ὦ Ἀχιλεῦ κέλεαί με Διῒ φίλε μυθήσασθαι
  15. μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος·
  16. τοὶ γὰρ ἐγὼν ἐρέω· σὺ δὲ σύνθεο καί μοι ὄμοσσον
  17. ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν·
  18. ἦ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων
  19. Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί·
  20. κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ·