ἀνδράσιν ὡμίλησα, καὶ οὔ ποτέ μʼ οἵ γʼ ἀθέριζον.οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι,οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶνΚαινέα τʼ Ἐξάδιόν τε καὶ ἀντίθεον ΠολύφημονΘησέα τʼ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν·κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν·κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντοφηρσὶν ὀρεσκῴοισι καὶ ἐκπάγλως ἀπόλεσσαν.καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼντηλόθεν ἐξ ἀπίης γαίης· καλέσαντο γὰρ αὐτοί·καὶ μαχόμην κατʼ ἔμʼ αὐτὸν ἐγώ· κείνοισι δʼ ἂν οὔ τιςτῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο·καὶ μέν μευ βουλέων ξύνιεν πείθοντό τε μύθῳ·ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον·μήτε σὺ τόνδʼ ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην,ἀλλʼ ἔα ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν·μήτε σὺ Πηλείδη ἔθελʼ ἐριζέμεναι βασιλῆϊἀντιβίην, ἐπεὶ οὔ ποθʼ ὁμοίης ἔμμορε τιμῆςσκηπτοῦχος βασιλεύς, ᾧ τε Ζεὺς κῦδος ἔδωκεν.εἰ δὲ σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ,