Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος
  2. οὐλομένην, ἣ μυρίʼ Ἀχαιοῖς ἄλγεʼ ἔθηκε,
  3. πολλὰς δʼ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν
  4. ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν
  5. οἰωνοῖσί τε πᾶσι, Διὸς δʼ ἐτελείετο βουλή,
  6. ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε
  7. Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς.
  8. τίς τʼ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι;
  9. Λητοῦς καὶ Διὸς υἱός· ὃ γὰρ βασιλῆϊ χολωθεὶς
  10. νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν, ὀλέκοντο δὲ λαοί,
  11. οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα
  12. Ἀτρεΐδης· ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
  13. λυσόμενός τε θύγατρα φέρων τʼ ἀπερείσιʼ ἄποινα,
  14. στέμματʼ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος
  15. χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,
  16. Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν·
  17. Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί,
  18. ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματʼ ἔχοντες
  19. ἐκπέρσαι Πριάμοιο πόλιν, εὖ δʼ οἴκαδʼ ἱκέσθαι·
  20. παῖδα δʼ ἐμοὶ λύσαιτε φίλην, τὰ δʼ ἄποινα δέχεσθαι,
  21. ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα.
  22. ἔνθʼ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ
  23. αἰδεῖσθαί θʼ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·
  24. ἀλλʼ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,
  25. ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·
  26. μή σε γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω
  27. ἢ νῦν δηθύνοντʼ ἢ ὕστερον αὖτις ἰόντα,
  28. μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο·
  29. τὴν δʼ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν
  30. ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ τηλόθι πάτρης
  31. ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν·
  32. ἀλλʼ ἴθι μή μʼ ἐρέθιζε σαώτερος ὥς κε νέηαι.
  33. ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων καὶ ἐπείθετο μύθῳ·
  34. βῆ δʼ ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης·
  35. πολλὰ δʼ ἔπειτʼ ἀπάνευθε κιὼν ἠρᾶθʼ ὃ γεραιὸς
  36. Ἀπόλλωνι ἄνακτι, τὸν ἠΰκομος τέκε Λητώ·
  37. κλῦθί μευ ἀργυρότοξʼ, ὃς Χρύσην ἀμφιβέβηκας
  38. Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις,
  39. Σμινθεῦ εἴ ποτέ τοι χαρίεντʼ ἐπὶ νηὸν ἔρεψα,
  40. ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρίʼ ἔκηα
  41. ταύρων ἠδʼ αἰγῶν, τὸ δέ μοι κρήηνον ἐέλδωρ·
  42. τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν.
  43. ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων,
  44. βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων χωόμενος κῆρ,
  45. τόξʼ ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην·
  46. ἔκλαγξαν δʼ ἄρʼ ὀϊστοὶ ἐπʼ ὤμων χωομένοιο,
  47. αὐτοῦ κινηθέντος· ὃ δʼ ἤϊε νυκτὶ ἐοικώς.
  48. ἕζετʼ ἔπειτʼ ἀπάνευθε νεῶν, μετὰ δʼ ἰὸν ἕηκε·
  49. δεινὴ δὲ κλαγγὴ γένετʼ ἀργυρέοιο βιοῖο·
  50. οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς,
  51. αὐτὰρ ἔπειτʼ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς
  52. βάλλʼ· αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί.
  53. ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο,
  54. τῇ δεκάτῃ δʼ ἀγορὴν δὲ καλέσσατο λαὸν Ἀχιλλεύς·
  55. τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη·
  56. κήδετο γὰρ Δαναῶν, ὅτι ῥα θνήσκοντας ὁρᾶτο.
  57. οἳ δʼ ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέες τε γένοντο,
  58. τοῖσι δʼ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  59. Ἀτρεΐδη νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω
  60. ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν,
  61. εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς·
  62. ἀλλʼ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα
  63. ἢ καὶ ὀνειροπόλον, καὶ γάρ τʼ ὄναρ ἐκ Διός ἐστιν,
  64. ὅς κʼ εἴποι ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων,
  65. εἴτʼ ἄρʼ ὅ γʼ εὐχωλῆς ἐπιμέμφεται ἠδʼ ἑκατόμβης,
  66. αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων
  67. βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι.
  68. ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη
  69. Κάλχας Θεστορίδης οἰωνοπόλων ὄχʼ ἄριστος,
  70. ὃς ᾔδη τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα,
  71. καὶ νήεσσʼ ἡγήσατʼ Ἀχαιῶν Ἴλιον εἴσω
  72. ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων·
  73. ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
  74. ὦ Ἀχιλεῦ κέλεαί με Διῒ φίλε μυθήσασθαι
  75. μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος·
  76. τοὶ γὰρ ἐγὼν ἐρέω· σὺ δὲ σύνθεο καί μοι ὄμοσσον
  77. ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν·
  78. ἦ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων
  79. Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί·
  80. κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ·
  81. εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ,
  82. ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ,
  83. ἐν στήθεσσιν ἑοῖσι· σὺ δὲ φράσαι εἴ με σαώσεις.
  84. τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  85. θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα·
  86. οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον, ᾧ τε σὺ Κάλχαν
  87. εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις,
  88. οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο
  89. σοὶ κοίλῃς παρὰ νηυσί βαρείας χεῖρας ἐποίσει
  90. συμπάντων Δαναῶν, οὐδʼ ἢν Ἀγαμέμνονα εἴπῃς,
  91. ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι.
  92. καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων·
  93. οὔ τʼ ἄρ ὅ γʼ εὐχωλῆς ἐπιμέμφεται οὐδʼ ἑκατόμβης,
  94. ἀλλʼ ἕνεκʼ ἀρητῆρος ὃν ἠτίμησʼ Ἀγαμέμνων,
  95. οὐδʼ ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατʼ ἄποινα,
  96. τοὔνεκʼ ἄρʼ ἄλγεʼ ἔδωκεν ἑκηβόλος ἠδʼ ἔτι δώσει·
  97. οὐδʼ ὅ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει
  98. πρίν γʼ ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην
  99. ἀπριάτην ἀνάποινον, ἄγειν θʼ ἱερὴν ἑκατόμβην
  100. ἐς Χρύσην· τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν.
  101. ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη
  102. ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
  103. ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι
  104. πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην·
  105. Κάλχαντα πρώτιστα κάκʼ ὀσσόμενος προσέειπε·
  106. μάντι κακῶν οὐ πώ ποτέ μοι τὸ κρήγυον εἶπας·
  107. αἰεί τοι τὰ κάκʼ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι,
  108. ἐσθλὸν δʼ οὔτέ τί πω εἶπας ἔπος οὔτʼ ἐτέλεσσας·
  109. καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις
  110. ὡς δὴ τοῦδʼ ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει,
  111. οὕνεκʼ ἐγὼ κούρης Χρυσηΐδος ἀγλάʼ ἄποινα
  112. οὐκ ἔθελον δέξασθαι, ἐπεὶ πολὺ βούλομαι αὐτὴν
  113. οἴκοι ἔχειν· καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα
  114. κουριδίης ἀλόχου, ἐπεὶ οὔ ἑθέν ἐστι χερείων,
  115. οὐ δέμας οὐδὲ φυήν, οὔτʼ ἂρ φρένας οὔτέ τι ἔργα.
  116. ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν εἰ τό γʼ ἄμεινον·
  117. βούλομʼ ἐγὼ λαὸν σῶν ἔμμεναι ἢ ἀπολέσθαι·
  118. αὐτὰρ ἐμοὶ γέρας αὐτίχʼ ἑτοιμάσατʼ ὄφρα μὴ οἶος
  119. Ἀργείων ἀγέραστος ἔω, ἐπεὶ οὐδὲ ἔοικε·
  120. λεύσσετε γὰρ τό γε πάντες ὅ μοι γέρας ἔρχεται ἄλλῃ.
  121. τὸν δʼ ἠμείβετʼ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς·
  122. Ἀτρεΐδη κύδιστε φιλοκτεανώτατε πάντων,
  123. πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί;
  124. οὐδέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά·
  125. ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται,
  126. λαοὺς δʼ οὐκ ἐπέοικε παλίλλογα ταῦτʼ ἐπαγείρειν.
  127. ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες· αὐτὰρ Ἀχαιοὶ
  128. τριπλῇ τετραπλῇ τʼ ἀποτείσομεν, αἴ κέ ποθι Ζεὺς
  129. δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι.
  130. τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
  131. μὴ δʼ οὕτως ἀγαθός περ ἐὼν θεοείκελʼ Ἀχιλλεῦ
  132. κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις.
  133. ἦ ἐθέλεις ὄφρʼ αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμʼ αὔτως
  134. ἧσθαι δευόμενον, κέλεαι δέ με τήνδʼ ἀποδοῦναι;
  135. ἀλλʼ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ
  136. ἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται·
  137. εἰ δέ κε μὴ δώωσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι
  138. ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας, ἢ Ὀδυσῆος
  139. ἄξω ἑλών· ὃ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι.
  140. ἀλλʼ ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις,
  141. νῦν δʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν,
  142. ἐν δʼ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δʼ ἑκατόμβην
  143. θείομεν, ἂν δʼ αὐτὴν Χρυσηΐδα καλλιπάρῃον
  144. βήσομεν· εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω,
  145. ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεὺς
  146. ἠὲ σὺ Πηλεΐδη πάντων ἐκπαγλότατʼ ἀνδρῶν,
  147. ὄφρʼ ἥμιν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας.
  148. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  149. ὤ μοι ἀναιδείην ἐπιειμένε κερδαλεόφρον
  150. πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν
  151. ἢ ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν ἶφι μάχεσθαι;
  152. οὐ γὰρ ἐγὼ Τρώων ἕνεκʼ ἤλυθον αἰχμητάων
  153. δεῦρο μαχησόμενος, ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν·
  154. οὐ γὰρ πώποτʼ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους,
  155. οὐδέ ποτʼ ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ
  156. καρπὸν ἐδηλήσαντʼ, ἐπεὶ ἦ μάλα πολλὰ μεταξὺ
  157. οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα·
  158. ἀλλὰ σοὶ ὦ μέγʼ ἀναιδὲς ἅμʼ ἑσπόμεθʼ ὄφρα σὺ χαίρῃς,
  159. τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε κυνῶπα
  160. πρὸς Τρώων· τῶν οὔ τι μετατρέπῃ οὐδʼ ἀλεγίζεις·
  161. καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς,
  162. ᾧ ἔπι πολλὰ μόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν.
  163. οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας ὁππότʼ Ἀχαιοὶ
  164. Τρώων ἐκπέρσωσʼ εὖ ναιόμενον πτολίεθρον·
  165. ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο
  166. χεῖρες ἐμαὶ διέπουσʼ· ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται,
  167. σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δʼ ὀλίγον τε φίλον τε
  168. ἔρχομʼ ἔχων ἐπὶ νῆας, ἐπεί κε κάμω πολεμίζων.
  169. νῦν δʼ εἶμι Φθίην δʼ, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν
  170. οἴκαδʼ ἴμεν σὺν νηυσὶ κορωνίσιν, οὐδέ σʼ ὀΐω
  171. ἐνθάδʼ ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν.
  172. τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  173. φεῦγε μάλʼ εἴ τοι θυμὸς ἐπέσσυται, οὐδέ σʼ ἔγωγε
  174. λίσσομαι εἵνεκʼ ἐμεῖο μένειν· πάρʼ ἔμοιγε καὶ ἄλλοι
  175. οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς.
  176. ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων·
  177. αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε·
  178. εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γʼ ἔδωκεν·
  179. οἴκαδʼ ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισι
  180. Μυρμιδόνεσσιν ἄνασσε, σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω,
  181. οὐδʼ ὄθομαι κοτέοντος· ἀπειλήσω δέ τοι ὧδε·
  182. ὡς ἔμʼ ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος Ἀπόλλων,
  183. τὴν μὲν ἐγὼ σὺν νηΐ τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισι
  184. πέμψω, ἐγὼ δέ κʼ ἄγω Βρισηΐδα καλλιπάρῃον
  185. αὐτὸς ἰὼν κλισίην δὲ τὸ σὸν γέρας ὄφρʼ ἐῢ εἰδῇς
  186. ὅσσον φέρτερός εἰμι σέθεν, στυγέῃ δὲ καὶ ἄλλος
  187. ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντην.
  188. ὣς φάτο· Πηλεΐωνι δʼ ἄχος γένετʼ, ἐν δέ οἱ ἦτορ
  189. στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν,
  190. ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
  191. τοὺς μὲν ἀναστήσειεν, ὃ δʼ Ἀτρεΐδην ἐναρίζοι,
  192. ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν.
  193. ἧος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
  194. ἕλκετο δʼ ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δʼ Ἀθήνη
  195. οὐρανόθεν· πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη
  196. ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·
  197. στῆ δʼ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωνα
  198. οἴῳ φαινομένη· τῶν δʼ ἄλλων οὔ τις ὁρᾶτο·
  199. θάμβησεν δʼ Ἀχιλεύς, μετὰ δʼ ἐτράπετʼ, αὐτίκα δʼ ἔγνω
  200. Παλλάδʼ Ἀθηναίην· δεινὼ δέ οἱ ὄσσε φάανθεν·
  201. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  202. τίπτʼ αὖτʼ αἰγιόχοιο Διὸς τέκος εἰλήλουθας;
  203. ἦ ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρεΐδαο;
  204. ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τελέεσθαι ὀΐω·
  205. ᾗς ὑπεροπλίῃσι τάχʼ ἄν ποτε θυμὸν ὀλέσσῃ.
  206. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  207. ἦλθον ἐγὼ παύσουσα τὸ σὸν μένος, αἴ κε πίθηαι,
  208. οὐρανόθεν· πρὸ δέ μʼ ἧκε θεὰ λευκώλενος Ἥρη
  209. ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·
  210. ἀλλʼ ἄγε λῆγʼ ἔριδος, μηδὲ ξίφος ἕλκεο χειρί·
  211. ἀλλʼ ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ·
  212. ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
  213. καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα
  214. ὕβριος εἵνεκα τῆσδε· σὺ δʼ ἴσχεο, πείθεο δʼ ἡμῖν.
  215. τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  216. χρὴ μὲν σφωΐτερόν γε θεὰ ἔπος εἰρύσσασθαι
  217. καὶ μάλα περ θυμῷ κεχολωμένον· ὧς γὰρ ἄμεινον·
  218. ὅς κε θεοῖς ἐπιπείθηται μάλα τʼ ἔκλυον αὐτοῦ.
  219. ἦ καὶ ἐπʼ ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν,
  220. ἂψ δʼ ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐδʼ ἀπίθησε
  221. μύθῳ Ἀθηναίης· ἣ δʼ Οὔλυμπον δὲ βεβήκει
  222. δώματʼ ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους.
  223. Πηλεΐδης δʼ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν
  224. Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο·
  225. οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο,
  226. οὔτέ ποτʼ ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι
  227. οὔτε λόχον δʼ ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν
  228. τέτληκας θυμῷ· τὸ δέ τοι κὴρ εἴδεται εἶναι.
  229. ἦ πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
  230. δῶρʼ ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ·
  231. δημοβόρος βασιλεὺς ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις·
  232. ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο.
  233. ἀλλʼ ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι·
  234. ναὶ μὰ τόδε σκῆπτρον, τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους
  235. φύσει, ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν,
  236. οὐδʼ ἀναθηλήσει· περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε
  237. φύλλά τε καὶ φλοιόν· νῦν αὖτέ μιν υἷες Ἀχαιῶν
  238. ἐν παλάμῃς φορέουσι δικασπόλοι, οἵ τε θέμιστας
  239. πρὸς Διὸς εἰρύαται· ὃ δέ τοι μέγας ἔσσεται ὅρκος·
  240. ἦ ποτʼ Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν
  241. σύμπαντας· τότε δʼ οὔ τι δυνήσεαι ἀχνύμενός περ
  242. χραισμεῖν, εὖτʼ ἂν πολλοὶ ὑφʼ Ἕκτορος ἀνδροφόνοιο
  243. θνήσκοντες πίπτωσι· σὺ δʼ ἔνδοθι θυμὸν ἀμύξεις
  244. χωόμενος ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας.
  245. ὣς φάτο Πηλεΐδης, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ
  246. χρυσείοις ἥλοισι πεπαρμένον, ἕζετο δʼ αὐτός·
  247. Ἀτρεΐδης δʼ ἑτέρωθεν ἐμήνιε· τοῖσι δὲ Νέστωρ
  248. ἡδυεπὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητής,
  249. τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή·
  250. τῷ δʼ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων
  251. ἐφθίαθʼ, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδʼ ἐγένοντο
  252. ἐν Πύλῳ ἠγαθέῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν·
  253. ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
  254. ὦ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει·
  255. ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες
  256. ἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ
  257. εἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιϊν,
  258. οἳ περὶ μὲν βουλὴν Δαναῶν, περὶ δʼ ἐστὲ μάχεσθαι.
  259. ἀλλὰ πίθεσθʼ· ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο·
  260. ἤδη γάρ ποτʼ ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ὑμῖν
  261. ἀνδράσιν ὡμίλησα, καὶ οὔ ποτέ μʼ οἵ γʼ ἀθέριζον.
  262. οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι,
  263. οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶν
  264. Καινέα τʼ Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον
  265. Θησέα τʼ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν·
  266. κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν·
  267. κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο
  268. φηρσὶν ὀρεσκῴοισι καὶ ἐκπάγλως ἀπόλεσσαν.
  269. καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼν
  270. τηλόθεν ἐξ ἀπίης γαίης· καλέσαντο γὰρ αὐτοί·
  271. καὶ μαχόμην κατʼ ἔμʼ αὐτὸν ἐγώ· κείνοισι δʼ ἂν οὔ τις
  272. τῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο·
  273. καὶ μέν μευ βουλέων ξύνιεν πείθοντό τε μύθῳ·
  274. ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον·
  275. μήτε σὺ τόνδʼ ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην,
  276. ἀλλʼ ἔα ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν·
  277. μήτε σὺ Πηλείδη ἔθελʼ ἐριζέμεναι βασιλῆϊ
  278. ἀντιβίην, ἐπεὶ οὔ ποθʼ ὁμοίης ἔμμορε τιμῆς
  279. σκηπτοῦχος βασιλεύς, ᾧ τε Ζεὺς κῦδος ἔδωκεν.
  280. εἰ δὲ σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ,
  281. ἀλλʼ ὅ γε φέρτερός ἐστιν ἐπεὶ πλεόνεσσιν ἀνάσσει.
  282. Ἀτρεΐδη σὺ δὲ παῦε τεὸν μένος· αὐτὰρ ἔγωγε
  283. λίσσομʼ Ἀχιλλῆϊ μεθέμεν χόλον, ὃς μέγα πᾶσιν
  284. ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο.
  285. τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
  286. ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες·
  287. ἀλλʼ ὅδʼ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων,
  288. πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δʼ ἀνάσσειν,
  289. πᾶσι δὲ σημαίνειν, ἅ τινʼ οὐ πείσεσθαι ὀΐω·
  290. εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες
  291. τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι;
  292. τὸν δʼ ἄρʼ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς·
  293. ἦ γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην
  294. εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττί κεν εἴπῃς·
  295. ἄλλοισιν δὴ ταῦτʼ ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγε
  296. σήμαινʼ· οὐ γὰρ ἔγωγʼ ἔτι σοὶ πείσεσθαι ὀΐω.
  297. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι·
  298. χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρης
  299. οὔτε σοὶ οὔτέ τῳ ἄλλῳ, ἐπεί μʼ ἀφέλεσθέ γε δόντες·
  300. τῶν δʼ ἄλλων ἅ μοί ἐστι θοῇ παρὰ νηῒ μελαίνῃ
  301. τῶν οὐκ ἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμεῖο·
  302. εἰ δʼ ἄγε μὴν πείρησαι ἵνα γνώωσι καὶ οἵδε·
  303. αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί.
  304. ὣς τώ γʼ ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν
  305. ἀνστήτην, λῦσαν δʼ ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν·
  306. Πηλεΐδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐΐσας
  307. ἤϊε σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν·
  308. Ἀτρεΐδης δʼ ἄρα νῆα θοὴν ἅλα δὲ προέρυσσεν,
  309. ἐν δʼ ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δʼ ἑκατόμβην
  310. βῆσε θεῷ, ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃον
  311. εἷσεν ἄγων· ἐν δʼ ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς.
  312. οἳ μὲν ἔπειτʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,
  313. λαοὺς δʼ Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν·
  314. οἳ δʼ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον,
  315. ἕρδον δʼ Ἀπόλλωνι τεληέσσας ἑκατόμβας
  316. ταύρων ἠδʼ αἰγῶν παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο·
  317. κνίση δʼ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ.
  318. ὣς οἳ μὲν τὰ πένοντο κατὰ στρατόν· οὐδʼ Ἀγαμέμνων
  319. λῆγʼ ἔριδος τὴν πρῶτον ἐπηπείλησʼ Ἀχιλῆϊ,
  320. ἀλλʼ ὅ γε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε,
  321. τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε·
  322. ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος·
  323. χειρὸς ἑλόντʼ ἀγέμεν Βρισηΐδα καλλιπάρῃον·
  324. εἰ δέ κε μὴ δώῃσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι
  325. ἐλθὼν σὺν πλεόνεσσι· τό οἱ καὶ ῥίγιον ἔσται.
  326. ὣς εἰπὼν προΐει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·
  327. τὼ δʼ ἀέκοντε βάτην παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο,
  328. Μυρμιδόνων δʼ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην,
  329. τὸν δʼ εὗρον παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
  330. ἥμενον· οὐδʼ ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς.
  331. τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα
  332. στήτην, οὐδέ τί μιν προσεφώνεον οὐδʼ ἐρέοντο·
  333. αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·
  334. χαίρετε κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν,
  335. ἆσσον ἴτʼ· οὔ τί μοι ὔμμες ἐπαίτιοι ἀλλʼ Ἀγαμέμνων,
  336. ὃ σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης.
  337. ἀλλʼ ἄγε διογενὲς Πατρόκλεες ἔξαγε κούρην
  338. καί σφωϊν δὸς ἄγειν· τὼ δʼ αὐτὼ μάρτυροι ἔστων
  339. πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων
  340. καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος εἴ ποτε δʼ αὖτε
  341. χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι
  342. τοῖς ἄλλοις· ἦ γὰρ ὅ γʼ ὀλοιῇσι φρεσὶ θύει,
  343. οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω,
  344. ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί.
  345. ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ,
  346. ἐκ δʼ ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον,
  347. δῶκε δʼ ἄγειν· τὼ δʼ αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν·
  348. ἣ δʼ ἀέκουσʼ ἅμα τοῖσι γυνὴ κίεν· αὐτὰρ Ἀχιλλεὺς
  349. δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς,
  350. θῖνʼ ἔφʼ ἁλὸς πολιῆς, ὁρόων ἐπʼ ἀπείρονα πόντον·
  351. πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς·
  352. μῆτερ ἐπεί μʼ ἔτεκές γε μινυνθάδιόν περ ἐόντα,
  353. τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι
  354. Ζεὺς ὑψιβρεμέτης· νῦν δʼ οὐδέ με τυτθὸν ἔτισεν·
  355. ἦ γάρ μʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
  356. ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.
  357. ὣς φάτο δάκρυ χέων, τοῦ δʼ ἔκλυε πότνια μήτηρ
  358. ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι·
  359. καρπαλίμως δʼ ἀνέδυ πολιῆς ἁλὸς ἠΰτʼ ὀμίχλη,
  360. καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο δάκρυ χέοντος,
  361. χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  362. τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;
  363. ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.
  364. τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  365. οἶσθα· τί ἤ τοι ταῦτα ἰδυίῃ πάντʼ ἀγορεύω;
  366. ᾠχόμεθʼ ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος,
  367. τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα·
  368. καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν,
  369. ἐκ δʼ ἕλον Ἀτρεΐδῃ Χρυσηΐδα καλλιπάρῃον.
  370. Χρύσης δʼ αὖθʼ ἱερεὺς ἑκατηβόλου Ἀπόλλωνος
  371. ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν χαλκοχιτώνων
  372. λυσόμενός τε θύγατρα φέρων τʼ ἀπερείσιʼ ἄποινα,
  373. στέμματʼ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος
  374. χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,
  375. Ἀτρεΐδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν.
  376. ἔνθʼ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ
  377. αἰδεῖσθαί θʼ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·
  378. ἀλλʼ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,
  379. ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·
  380. χωόμενος δʼ ὁ γέρων πάλιν ᾤχετο· τοῖο δʼ Ἀπόλλων
  381. εὐξαμένου ἤκουσεν, ἐπεὶ μάλα οἱ φίλος ἦεν,
  382. ἧκε δʼ ἐπʼ Ἀργείοισι κακὸν βέλος· οἳ δέ νυ λαοὶ
  383. θνῇσκον ἐπασσύτεροι, τὰ δʼ ἐπῴχετο κῆλα θεοῖο
  384. πάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν· ἄμμι δὲ μάντις
  385. εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο.
  386. αὐτίκʼ ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι·
  387. Ἀτρεΐωνα δʼ ἔπειτα χόλος λάβεν, αἶψα δʼ ἀναστὰς
  388. ἠπείλησεν μῦθον ὃ δὴ τετελεσμένος ἐστί·
  389. τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες Ἀχαιοὶ
  390. ἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι·
  391. τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες
  392. κούρην Βρισῆος τήν μοι δόσαν υἷες Ἀχαιῶν.
  393. ἀλλὰ σὺ εἰ δύνασαί γε περίσχεο παιδὸς ἑῆος·
  394. ἐλθοῦσʼ Οὔλυμπον δὲ Δία λίσαι, εἴ ποτε δή τι
  395. ἢ ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ.
  396. πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα
  397. εὐχομένης ὅτʼ ἔφησθα κελαινεφέϊ Κρονίωνι
  398. οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι,
  399. ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι
  400. Ἥρη τʼ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη·
  401. ἀλλὰ σὺ τόν γʼ ἐλθοῦσα θεὰ ὑπελύσαο δεσμῶν,
  402. ὦχʼ ἑκατόγχειρον καλέσασʼ ἐς μακρὸν Ὄλυμπον,
  403. ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέ τε πάντες
  404. Αἰγαίωνʼ, ὃ γὰρ αὖτε βίην οὗ πατρὸς ἀμείνων·
  405. ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων·
  406. τὸν καὶ ὑπέδεισαν μάκαρες θεοὶ οὐδʼ ἔτʼ ἔδησαν.
  407. τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λαβὲ γούνων
  408. αἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι,
  409. τοὺς δὲ κατὰ πρύμνας τε καὶ ἀμφʼ ἅλα ἔλσαι Ἀχαιοὺς
  410. κτεινομένους, ἵνα πάντες ἐπαύρωνται βασιλῆος,
  411. γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
  412. ἣν ἄτην ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.
  413. τὸν δʼ ἠμείβετʼ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα·
  414. ὤ μοι τέκνον ἐμόν, τί νύ σʼ ἔτρεφον αἰνὰ τεκοῦσα;
  415. αἴθʼ ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων
  416. ἧσθαι, ἐπεί νύ τοι αἶσα μίνυνθά περ οὔ τι μάλα δήν·
  417. νῦν δʼ ἅμα τʼ ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων
  418. ἔπλεο· τώ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισι.
  419. τοῦτο δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνῳ
  420. εἶμʼ αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον αἴ κε πίθηται.
  421. ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι
  422. μήνιʼ Ἀχαιοῖσιν, πολέμου δʼ ἀποπαύεο πάμπαν·
  423. Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετʼ ἀμύμονας Αἰθιοπῆας
  424. χθιζὸς ἔβη κατὰ δαῖτα, θεοὶ δʼ ἅμα πάντες ἕποντο·
  425. δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται Οὔλυμπον δέ,
  426. καὶ τότʼ ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ,
  427. καί μιν γουνάσομαι καί μιν πείσεσθαι ὀΐω.
  428. ὣς ἄρα φωνήσασʼ ἀπεβήσετο, τὸν δὲ λίπʼ αὐτοῦ
  429. χωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸς
  430. τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων· αὐτὰρ Ὀδυσσεὺς
  431. ἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην.
  432. οἳ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο
  433. ἱστία μὲν στείλαντο, θέσαν δʼ ἐν νηῒ μελαίνῃ,
  434. ἱστὸν δʼ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες
  435. καρπαλίμως, τὴν δʼ εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς.
  436. ἐκ δʼ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσιʼ ἔδησαν·
  437. ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης,
  438. ἐκ δʼ ἑκατόμβην βῆσαν ἑκηβόλῳ Ἀπόλλωνι·
  439. ἐκ δὲ Χρυσηῒς νηὸς βῆ ποντοπόροιο.
  440. τὴν μὲν ἔπειτʼ ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς
  441. πατρὶ φίλῳ ἐν χερσὶ τίθει καί μιν προσέειπεν·
  442. ὦ Χρύση, πρό μʼ ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
  443. παῖδά τε σοὶ ἀγέμεν, Φοίβῳ θʼ ἱερὴν ἑκατόμβην
  444. ῥέξαι ὑπὲρ Δαναῶν ὄφρʼ ἱλασόμεσθα ἄνακτα,
  445. ὃς νῦν Ἀργείοισι πολύστονα κήδεʼ ἐφῆκεν.
  446. ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δὲ δέξατο χαίρων
  447. παῖδα φίλην· τοὶ δʼ ὦκα θεῷ ἱερὴν ἑκατόμβην
  448. ἑξείης ἔστησαν ἐΰδμητον περὶ βωμόν,
  449. χερνίψαντο δʼ ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο.
  450. τοῖσιν δὲ Χρύσης μεγάλʼ εὔχετο χεῖρας ἀνασχών·
  451. κλῦθί μευ ἀργυρότοξʼ, ὃς Χρύσην ἀμφιβέβηκας
  452. Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις·
  453. ἦ μὲν δή ποτʼ ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο,
  454. τίμησας μὲν ἐμέ, μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν·
  455. ἠδʼ ἔτι καὶ νῦν μοι τόδʼ ἐπικρήηνον ἐέλδωρ·
  456. ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον.
  457. ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων.
  458. αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
  459. αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,
  460. μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν
  461. δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν·
  462. καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον
  463. λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν.
  464. αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,
  465. μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,
  466. ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
  467. αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα
  468. δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
  469. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  470. κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο,
  471. νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν·
  472. οἳ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο
  473. καλὸν ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν
  474. μέλποντες ἑκάεργον· ὃ δὲ φρένα τέρπετʼ ἀκούων.
  475. ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,
  476. δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός·
  477. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  478. καὶ τότʼ ἔπειτʼ ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν·
  479. τοῖσιν δʼ ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων·
  480. οἳ δʼ ἱστὸν στήσαντʼ ἀνά θʼ ἱστία λευκὰ πέτασσαν,
  481. ἐν δʼ ἄνεμος πρῆσεν μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα
  482. στείρῃ πορφύρεον μεγάλʼ ἴαχε νηὸς ἰούσης·
  483. ἣ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.
  484. αὐτὰρ ἐπεί ῥʼ ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν,
  485. νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν
  486. ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δʼ ἕρματα μακρὰ τάνυσσαν·
  487. αὐτοὶ δʼ ἐσκίδναντο κατὰ κλισίας τε νέας τε.
  488. αὐτὰρ ὃ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι
  489. διογενὴς Πηλῆος υἱὸς πόδας ὠκὺς Ἀχιλλεύς·
  490. οὔτέ ποτʼ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν
  491. οὔτέ ποτʼ ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ
  492. αὖθι μένων, ποθέεσκε δʼ ἀϋτήν τε πτόλεμόν τε.
  493. ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο δυωδεκάτη γένετʼ ἠώς,
  494. καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες
  495. πάντες ἅμα, Ζεὺς δʼ ἦρχε· Θέτις δʼ οὐ λήθετʼ ἐφετμέων
  496. παιδὸς ἑοῦ, ἀλλʼ ἥ γʼ ἀνεδύσετο κῦμα θαλάσσης.
  497. ἠερίη δʼ ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε.
  498. εὗρεν δʼ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων
  499. ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·
  500. καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο, καὶ λάβε γούνων
  501. σκαιῇ, δεξιτερῇ δʼ ἄρʼ ὑπʼ ἀνθερεῶνος ἑλοῦσα
  502. λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα·
  503. Ζεῦ πάτερ εἴ ποτε δή σε μετʼ ἀθανάτοισιν ὄνησα
  504. ἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ·
  505. τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων
  506. ἔπλετʼ· ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων
  507. ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.
  508. ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ·
  509. τόφρα δʼ ἐπὶ Τρώεσσι τίθει κράτος ὄφρʼ ἂν Ἀχαιοὶ
  510. υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσίν τέ ἑ τιμῇ.
  511. ὣς φάτο· τὴν δʼ οὔ τι προσέφη νεφεληγερέτα Ζεύς,
  512. ἀλλʼ ἀκέων δὴν ἧστο· Θέτις δʼ ὡς ἥψατο γούνων
  513. ὣς ἔχετʼ ἐμπεφυυῖα, καὶ εἴρετο δεύτερον αὖτις·
  514. νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον
  515. ἢ ἀπόειπʼ, ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρʼ ἐῢ εἰδέω
  516. ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι.
  517. τὴν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
  518. ἦ δὴ λοίγια ἔργʼ ὅ τέ μʼ ἐχθοδοπῆσαι ἐφήσεις
  519. Ἥρῃ ὅτʼ ἄν μʼ ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν·
  520. ἣ δὲ καὶ αὔτως μʼ αἰεὶ ἐν ἀθανάτοισι θεοῖσι
  521. νεικεῖ, καί τέ μέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν.
  522. ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃ
  523. Ἥρη· ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω·
  524. εἰ δʼ ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς·
  525. τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετʼ ἀθανάτοισι μέγιστον
  526. τέκμωρ· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδʼ ἀπατηλὸν
  527. οὐδʼ ἀτελεύτητον ὅ τί κεν κεφαλῇ κατανεύσω.
  528. ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων·
  529. ἀμβρόσιαι δʼ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος
  530. κρατὸς ἀπʼ ἀθανάτοιο· μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον.
  531. τώ γʼ ὣς βουλεύσαντε διέτμαγεν· ἣ μὲν ἔπειτα
  532. εἰς ἅλα ἆλτο βαθεῖαν ἀπʼ αἰγλήεντος Ὀλύμπου,
  533. Ζεὺς δὲ ἑὸν πρὸς δῶμα· θεοὶ δʼ ἅμα πάντες ἀνέσταν
  534. ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον· οὐδέ τις ἔτλη
  535. μεῖναι ἐπερχόμενον, ἀλλʼ ἀντίοι ἔσταν ἅπαντες.
  536. ὣς ὃ μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου· οὐδέ μιν Ἥρη
  537. ἠγνοίησεν ἰδοῦσʼ ὅτι οἱ συμφράσσατο βουλὰς
  538. ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος.
  539. αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα·
  540. τίς δʼ αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς;
  541. αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπὸ νόσφιν ἐόντα
  542. κρυπτάδια φρονέοντα δικαζέμεν· οὐδέ τί πώ μοι
  543. πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς.
  544. τὴν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ ἀνδρῶν τε θεῶν τε·
  545. Ἥρη μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους
  546. εἰδήσειν· χαλεποί τοι ἔσοντʼ ἀλόχῳ περ ἐούσῃ·
  547. ἀλλʼ ὃν μέν κʼ ἐπιεικὲς ἀκουέμεν οὔ τις ἔπειτα
  548. οὔτε θεῶν πρότερος τὸν εἴσεται οὔτʼ ἀνθρώπων·
  549. ὃν δέ κʼ ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαι
  550. μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα.
  551. τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·
  552. αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες;
  553. καὶ λίην σε πάρος γʼ οὔτʼ εἴρομαι οὔτε μεταλλῶ,
  554. ἀλλὰ μάλʼ εὔκηλος τὰ φράζεαι ἅσσʼ ἐθέλῃσθα.
  555. νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃ
  556. ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος·
  557. ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων·
  558. τῇ σʼ ὀΐω κατανεῦσαι ἐτήτυμον ὡς Ἀχιλῆα
  559. τιμήσῃς, ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.
  560. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  561. δαιμονίη αἰεὶ μὲν ὀΐεαι οὐδέ σε λήθω·
  562. πρῆξαι δʼ ἔμπης οὔ τι δυνήσεαι, ἀλλʼ ἀπὸ θυμοῦ
  563. μᾶλλον ἐμοὶ ἔσεαι· τὸ δέ τοι καὶ ῥίγιον ἔσται.
  564. εἰ δʼ οὕτω τοῦτʼ ἐστὶν ἐμοὶ μέλλει φίλον εἶναι·
  565. ἀλλʼ ἀκέουσα κάθησο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ,
  566. μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ
  567. ἆσσον ἰόνθʼ, ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω.
  568. ὣς ἔφατʼ ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη,
  569. καί ῥʼ ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ·
  570. ὄχθησαν δʼ ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες·
  571. τοῖσιν δʼ Ἥφαιστος κλυτοτέχνης ἦρχʼ ἀγορεύειν
  572. μητρὶ φίλῃ ἐπίηρα φέρων λευκωλένῳ Ἥρῃ·
  573. ἦ δὴ λοίγια ἔργα τάδʼ ἔσσεται οὐδʼ ἔτʼ ἀνεκτά,
  574. εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε,
  575. ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον· οὐδέ τι δαιτὸς
  576. ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.
  577. μητρὶ δʼ ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ
  578. πατρὶ φίλῳ ἐπίηρα φέρειν Διί, ὄφρα μὴ αὖτε
  579. νεικείῃσι πατήρ, σὺν δʼ ἡμῖν δαῖτα ταράξῃ.
  580. εἴ περ γάρ κʼ ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς
  581. ἐξ ἑδέων στυφελίξαι· ὃ γὰρ πολὺ φέρτατός ἐστιν.
  582. ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν·
  583. αὐτίκʼ ἔπειθʼ ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν.
  584. ὣς ἄρʼ ἔφη καὶ ἀναΐξας δέπας ἀμφικύπελλον
  585. μητρὶ φίλῃ ἐν χειρὶ τίθει καί μιν προσέειπε·
  586. τέτλαθι μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ,
  587. μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι
  588. θεινομένην, τότε δʼ οὔ τι δυνήσομαι ἀχνύμενός περ
  589. χραισμεῖν· ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι·
  590. ἤδη γάρ με καὶ ἄλλοτʼ ἀλεξέμεναι μεμαῶτα
  591. ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο,
  592. πᾶν δʼ ἦμαρ φερόμην, ἅμα δʼ ἠελίῳ καταδύντι
  593. κάππεσον ἐν Λήμνῳ, ὀλίγος δʼ ἔτι θυμὸς ἐνῆεν·
  594. ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα.
  595. ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη,
  596. μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον·
  597. αὐτὰρ ὃ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν
  598. οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων·
  599. ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν
  600. ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα.
  601. ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
  602. δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης,
  603. οὐ μὲν φόρμιγγος περικαλλέος ἣν ἔχʼ Ἀπόλλων,
  604. Μουσάων θʼ αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ.
  605. αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο,
  606. οἳ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος,
  607. ἧχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις
  608. Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι·
  609. Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊʼ Ὀλύμπιος ἀστεροπητής,
  610. ἔνθα πάρος κοιμᾶθʼ ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·
  611. ἔνθα καθεῦδʼ ἀναβάς, παρὰ δὲ χρυσόθρονος Ἥρη.
  1. ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ
  2. εὗδον παννύχιοι, Δία δʼ οὐκ ἔχε νήδυμος ὕπνος,
  3. ἀλλʼ ὅ γε μερμήριζε κατὰ φρένα ὡς Ἀχιλῆα
  4. τιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.
  5. ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή,
  6. πέμψαι ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον·
  7. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  8. βάσκʼ ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν·
  9. ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο
  10. πάντα μάλʼ ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω·
  11. θωρῆξαί ἑ κέλευε κάρη κομόωντας Ἀχαιοὺς
  12. πανσυδίῃ· νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν
  13. Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες
  14. ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας
  15. Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται.
  16. ὣς φάτο, βῆ δʼ ἄρʼ ὄνειρος ἐπεὶ τὸν μῦθον ἄκουσε·
  17. καρπαλίμως δʼ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν,
  18. βῆ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδην Ἀγαμέμνονα· τὸν δὲ κίχανεν
  19. εὕδοντʼ ἐν κλισίῃ, περὶ δʼ ἀμβρόσιος κέχυθʼ ὕπνος.
  20. στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς Νηληΐῳ υἷι ἐοικώς
  21. Νέστορι, τόν ῥα μάλιστα γερόντων τῖʼ Ἀγαμέμνων·
  22. τῷ μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος·
  23. εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο·
  24. οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα
  25. ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλε·
  26. νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,
  27. ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει.
  28. θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς
  29. πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν
  30. Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες
  31. ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας
  32. Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται
  33. ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσί, μηδέ σε λήθη
  34. αἱρείτω εὖτʼ ἄν σε μελίφρων ὕπνος ἀνήῃ.
  35. ὣς ἄρα φωνήσας ἀπεβήσετο, τὸν δὲ λίπʼ αὐτοῦ
  36. τὰ φρονέοντʼ ἀνὰ θυμὸν ἅ ῥʼ οὐ τελέεσθαι ἔμελλον·
  37. φῆ γὰρ ὅ γʼ αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ
  38. νήπιος, οὐδὲ τὰ ᾔδη ἅ ῥα Ζεὺς μήδετο ἔργα·
  39. θήσειν γὰρ ἔτʼ ἔμελλεν ἐπʼ ἄλγεά τε στοναχάς τε
  40. Τρωσί τε καὶ Δαναοῖσι διὰ κρατερὰς ὑσμίνας.
  41. ἔγρετο δʼ ἐξ ὕπνου, θείη δέ μιν ἀμφέχυτʼ ὀμφή·
  42. ἕζετο δʼ ὀρθωθείς, μαλακὸν δʼ ἔνδυνε χιτῶνα
  43. καλὸν νηγάτεον, περὶ δὲ μέγα βάλλετο φᾶρος·
  44. ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
  45. ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον·
  46. εἵλετο δὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεὶ
  47. σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων·
  48. ἠὼς μέν ῥα θεὰ προσεβήσετο μακρὸν Ὄλυμπον
  49. Ζηνὶ φόως ἐρέουσα καὶ ἄλλοις ἀθανάτοισιν·
  50. αὐτὰρ ὃ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
  51. κηρύσσειν ἀγορὴν δὲ κάρη κομόωντας Ἀχαιούς·
  52. οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα·
  53. βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων
  54. Νεστορέῃ παρὰ νηῒ Πυλοιγενέος βασιλῆος·
  55. τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·
  56. κλῦτε φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος
  57. ἀμβροσίην διὰ νύκτα· μάλιστα δὲ Νέστορι δίῳ
  58. εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐῴκει·
  59. στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί με πρὸς μῦθον ἔειπεν·
  60. εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο·
  61. οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα,
  62. ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλε·
  63. νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,
  64. ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει·
  65. θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς
  66. πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν
  67. Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες
  68. ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας
  69. Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται
  70. ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσίν· ὣς ὃ μὲν εἰπὼν
  71. ᾤχετʼ ἀποπτάμενος, ἐμὲ δὲ γλυκὺς ὕπνος ἀνῆκεν.
  72. ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν·
  73. πρῶτα δʼ ἐγὼν ἔπεσιν πειρήσομαι, ἣ θέμις ἐστί,
  74. καὶ φεύγειν σὺν νηυσὶ πολυκλήϊσι κελεύσω·
  75. ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν.
  76. ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ ἀνέστη
  77. Νέστωρ, ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος,
  78. ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
  79. ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
  80. εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε
  81. ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·
  82. νῦν δʼ ἴδεν ὃς μέγʼ ἄριστος Ἀχαιῶν εὔχεται εἶναι·
  83. ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν.
  84. ὣς ἄρα φωνήσας βουλῆς ἐξῆρχε νέεσθαι,
  85. οἳ δʼ ἐπανέστησαν πείθοντό τε ποιμένι λαῶν
  86. σκηπτοῦχοι βασιλῆες· ἐπεσσεύοντο δὲ λαοί.
  87. ἠΰτε ἔθνεα εἶσι μελισσάων ἁδινάων
  88. πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων,
  89. βοτρυδὸν δὲ πέτονται ἐπʼ ἄνθεσιν εἰαρινοῖσιν·
  90. αἳ μέν τʼ ἔνθα ἅλις πεποτήαται, αἳ δέ τε ἔνθα·
  91. ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων
  92. ἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντο
  93. ἰλαδὸν εἰς ἀγορήν· μετὰ δέ σφισιν ὄσσα δεδήει
  94. ὀτρύνουσʼ ἰέναι Διὸς ἄγγελος· οἳ δʼ ἀγέροντο.
  95. τετρήχει δʼ ἀγορή, ὑπὸ δὲ στεναχίζετο γαῖα
  96. λαῶν ἱζόντων, ὅμαδος δʼ ἦν· ἐννέα δέ σφεας
  97. κήρυκες βοόωντες ἐρήτυον, εἴ ποτʼ ἀϋτῆς
  98. σχοίατʼ, ἀκούσειαν δὲ διοτρεφέων βασιλήων.
  99. σπουδῇ δʼ ἕζετο λαός, ἐρήτυθεν δὲ καθʼ ἕδρας
  100. παυσάμενοι κλαγγῆς· ἀνὰ δὲ κρείων Ἀγαμέμνων
  101. ἔστη σκῆπτρον ἔχων τὸ μὲν Ἥφαιστος κάμε τεύχων.
  102. Ἥφαιστος μὲν δῶκε Διὶ Κρονίωνι ἄνακτι,
  103. αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργεϊφόντῃ·
  104. Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ,
  105. αὐτὰρ ὃ αὖτε Πέλοψ δῶκʼ Ἀτρέϊ ποιμένι λαῶν,
  106. Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ,
  107. αὐτὰρ ὃ αὖτε Θυέστʼ Ἀγαμέμνονι λεῖπε φορῆναι,
  108. πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν.
  109. τῷ ὅ γʼ ἐρεισάμενος ἔπεʼ Ἀργείοισι μετηύδα·
  110. ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
  111. Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ,
  112. σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν
  113. Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,
  114. νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει
  115. δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.
  116. οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,
  117. ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα
  118. ἠδʼ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.
  119. αἰσχρὸν γὰρ τόδε γʼ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι
  120. μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν
  121. ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι
  122. ἀνδράσι παυροτέροισι, τέλος δʼ οὔ πώ τι πέφανται·
  123. εἴ περ γάρ κʼ ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τε
  124. ὅρκια πιστὰ ταμόντες ἀριθμηθήμεναι ἄμφω,
  125. Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασιν,
  126. ἡμεῖς δʼ ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί,
  127. Τρώων δʼ ἄνδρα ἕκαστοι ἑλοίμεθα οἰνοχοεύειν,
  128. πολλαί κεν δεκάδες δευοίατο οἰνοχόοιο.
  129. τόσσον ἐγώ φημι πλέας ἔμμεναι υἷας Ἀχαιῶν
  130. Τρώων, οἳ ναίουσι κατὰ πτόλιν· ἀλλʼ ἐπίκουροι
  131. πολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες ἔασιν,
  132. οἵ με μέγα πλάζουσι καὶ οὐκ εἰῶσʼ ἐθέλοντα
  133. Ἰλίου ἐκπέρσαι εὖ ναιόμενον πτολίεθρον.
  134. ἐννέα δὴ βεβάασι Διὸς μεγάλου ἐνιαυτοί,
  135. καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται·
  136. αἳ δέ που ἡμέτεραί τʼ ἄλοχοι καὶ νήπια τέκνα
  137. εἵατʼ ἐνὶ μεγάροις ποτιδέγμεναι· ἄμμι δὲ ἔργον
  138. αὔτως ἀκράαντον οὗ εἵνεκα δεῦρʼ ἱκόμεσθα.
  139. ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
  140. φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·
  141. οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.
  142. ὣς φάτο, τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε
  143. πᾶσι μετὰ πληθὺν ὅσοι οὐ βουλῆς ἐπάκουσαν·
  144. κινήθη δʼ ἀγορὴ φὴ κύματα μακρὰ θαλάσσης
  145. πόντου Ἰκαρίοιο, τὰ μέν τʼ Εὖρός τε Νότος τε
  146. ὤρορʼ ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων.
  147. ὡς δʼ ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ἐλθὼν
  148. λάβρος ἐπαιγίζων, ἐπί τʼ ἠμύει ἀσταχύεσσιν,
  149. ὣς τῶν πᾶσʼ ἀγορὴ κινήθη· τοὶ δʼ ἀλαλητῷ
  150. νῆας ἔπʼ ἐσσεύοντο, ποδῶν δʼ ὑπένερθε κονίη
  151. ἵστατʼ ἀειρομένη· τοὶ δʼ ἀλλήλοισι κέλευον
  152. ἅπτεσθαι νηῶν ἠδʼ ἑλκέμεν εἰς ἅλα δῖαν,
  153. οὐρούς τʼ ἐξεκάθαιρον· ἀϋτὴ δʼ οὐρανὸν ἷκεν
  154. οἴκαδε ἱεμένων· ὑπὸ δʼ ᾕρεον ἕρματα νηῶν.
  155. ἔνθά κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη
  156. εἰ μὴ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν·
  157. ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
  158. οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
  159. Ἀργεῖοι φεύξονται ἐπʼ εὐρέα νῶτα θαλάσσης,
  160. κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν
  161. Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν
  162. ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης·
  163. ἀλλʼ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων·
  164. σοῖς ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,
  165. μηδὲ ἔα νῆας ἅλα δʼ ἑλκέμεν ἀμφιελίσσας.
  166. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη,
  167. βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα·
  168. καρπαλίμως δʼ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
  169. εὗρεν ἔπειτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον
  170. ἑσταότʼ· οὐδʼ ὅ γε νηὸς ἐϋσσέλμοιο μελαίνης
  171. ἅπτετʼ, ἐπεί μιν ἄχος κραδίην καὶ θυμὸν ἵκανεν·
  172. ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·
  173. διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ,
  174. οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
  175. φεύξεσθʼ ἐν νήεσσι πολυκλήϊσι πεσόντες,
  176. κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιτε
  177. Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν
  178. ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης;
  179. ἀλλʼ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν, μηδʼ ἔτʼ ἐρώει,
  180. σοῖς δʼ ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,
  181. μηδὲ ἔα νῆας ἅλα δʼ ἑλκέμεν ἀμφιελίσσας.
  182. ὣς φάθʼ, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,
  183. βῆ δὲ θέειν, ἀπὸ δὲ χλαῖναν βάλε· τὴν δὲ κόμισσε
  184. κῆρυξ Εὐρυβάτης Ἰθακήσιος ὅς οἱ ὀπήδει·
  185. αὐτὸς δʼ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίος ἐλθὼν
  186. δέξατό οἱ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί·
  187. σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.
  188. ὅν τινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη
  189. τὸν δʼ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς·
  190. δαιμόνιʼ οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι,
  191. ἀλλʼ αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς·
  192. οὐ γάρ πω σάφα οἶσθʼ οἷος νόος Ἀτρεΐωνος·
  193. νῦν μὲν πειρᾶται, τάχα δʼ ἴψεται υἷας Ἀχαιῶν.
  194. ἐν βουλῇ δʼ οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε.
  195. μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν·
  196. θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων,
  197. τιμὴ δʼ ἐκ Διός ἐστι, φιλεῖ δέ ἑ μητίετα Ζεύς.
  198. ὃν δʼ αὖ δήμου τʼ ἄνδρα ἴδοι βοόωντά τʼ ἐφεύροι,
  199. τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ·
  200. δαιμόνιʼ ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε,
  201. οἳ σέο φέρτεροί εἰσι, σὺ δʼ ἀπτόλεμος καὶ ἄναλκις
  202. οὔτέ ποτʼ ἐν πολέμῳ ἐναρίθμιος οὔτʼ ἐνὶ βουλῇ·
  203. οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδʼ Ἀχαιοί·
  204. οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω,
  205. εἷς βασιλεύς, ᾧ δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω
  206. σκῆπτρόν τʼ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσι.
  207. ὣς ὅ γε κοιρανέων δίεπε στρατόν· οἳ δʼ ἀγορὴν δὲ
  208. αὖτις ἐπεσσεύοντο νεῶν ἄπο καὶ κλισιάων
  209. ἠχῇ, ὡς ὅτε κῦμα πολυφλοίσβοιο θαλάσσης
  210. αἰγιαλῷ μεγάλῳ βρέμεται, σμαραγεῖ δέ τε πόντος.
  211. ἄλλοι μέν ῥʼ ἕζοντο, ἐρήτυθεν δὲ καθʼ ἕδρας·
  212. Θερσίτης δʼ ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα,
  213. ὃς ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδη
  214. μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐριζέμεναι βασιλεῦσιν,
  215. ἀλλʼ ὅ τι οἱ εἴσαιτο γελοίϊον Ἀργείοισιν
  216. ἔμμεναι· αἴσχιστος δὲ ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε·
  217. φολκὸς ἔην, χωλὸς δʼ ἕτερον πόδα· τὼ δέ οἱ ὤμω
  218. κυρτὼ ἐπὶ στῆθος συνοχωκότε· αὐτὰρ ὕπερθε
  219. φοξὸς ἔην κεφαλήν, ψεδνὴ δʼ ἐπενήνοθε λάχνη.
  220. ἔχθιστος δʼ Ἀχιλῆϊ μάλιστʼ ἦν ἠδʼ Ὀδυσῆϊ·
  221. τὼ γὰρ νεικείεσκε· τότʼ αὖτʼ Ἀγαμέμνονι δίῳ
  222. ὀξέα κεκλήγων λέγʼ ὀνείδεα· τῷ δʼ ἄρʼ Ἀχαιοὶ
  223. ἐκπάγλως κοτέοντο νεμέσσηθέν τʼ ἐνὶ θυμῷ.
  224. αὐτὰρ ὃ μακρὰ βοῶν Ἀγαμέμνονα νείκεε μύθῳ·
  225. Ἀτρεΐδη τέο δʼ αὖτʼ ἐπιμέμφεαι ἠδὲ χατίζεις;
  226. πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες
  227. εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ
  228. πρωτίστῳ δίδομεν εὖτʼ ἂν πτολίεθρον ἕλωμεν.
  229. ἦ ἔτι καὶ χρυσοῦ ἐπιδεύεαι, ὅν κέ τις οἴσει
  230. Τρώων ἱπποδάμων ἐξ Ἰλίου υἷος ἄποινα,
  231. ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν,
  232. ἠὲ γυναῖκα νέην, ἵνα μίσγεαι ἐν φιλότητι,
  233. ἥν τʼ αὐτὸς ἀπονόσφι κατίσχεαι; οὐ μὲν ἔοικεν
  234. ἀρχὸν ἐόντα κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν.
  235. ὦ πέπονες κάκʼ ἐλέγχεʼ Ἀχαιΐδες οὐκέτʼ Ἀχαιοὶ
  236. οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα, τόνδε δʼ ἐῶμεν
  237. αὐτοῦ ἐνὶ Τροίῃ γέρα πεσσέμεν, ὄφρα ἴδηται
  238. ἤ ῥά τί οἱ χἠμεῖς προσαμύνομεν ἦε καὶ οὐκί·
  239. ὃς καὶ νῦν Ἀχιλῆα ἕο μέγʼ ἀμείνονα φῶτα
  240. ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.
  241. ἀλλὰ μάλʼ οὐκ Ἀχιλῆϊ χόλος φρεσίν, ἀλλὰ μεθήμων·
  242. ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο·
  243. ὣς φάτο νεικείων Ἀγαμέμνονα ποιμένα λαῶν,
  244. Θερσίτης· τῷ δʼ ὦκα παρίστατο δῖος Ὀδυσσεύς,
  245. καί μιν ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ·
  246. Θερσῖτʼ ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής,
  247. ἴσχεο, μηδʼ ἔθελʼ οἶος ἐριζέμεναι βασιλεῦσιν·
  248. οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλον
  249. ἔμμεναι, ὅσσοι ἅμʼ Ἀτρεΐδῃς ὑπὸ Ἴλιον ἦλθον.
  250. τὼ οὐκ ἂν βασιλῆας ἀνὰ στόμʼ ἔχων ἀγορεύοις,
  251. καί σφιν ὀνείδεά τε προφέροις, νόστόν τε φυλάσσοις.
  252. οὐδέ τί πω σάφα ἴδμεν ὅπως ἔσται τάδε ἔργα,
  253. ἢ εὖ ἦε κακῶς νοστήσομεν υἷες Ἀχαιῶν.
  254. τὼ νῦν Ἀτρεΐδῃ Ἀγαμέμνονι ποιμένι λαῶν
  255. ἧσαι ὀνειδίζων, ὅτι οἱ μάλα πολλὰ διδοῦσιν
  256. ἥρωες Δαναοί· σὺ δὲ κερτομέων ἀγορεύεις.
  257. ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
  258. εἴ κʼ ἔτι σʼ ἀφραίνοντα κιχήσομαι ὥς νύ περ ὧδε,
  259. μηκέτʼ ἔπειτʼ Ὀδυσῆϊ κάρη ὤμοισιν ἐπείη,
  260. μηδʼ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην,
  261. εἰ μὴ ἐγώ σε λαβὼν ἀπὸ μὲν φίλα εἵματα δύσω,
  262. χλαῖνάν τʼ ἠδὲ χιτῶνα, τά τʼ αἰδῶ ἀμφικαλύπτει,
  263. αὐτὸν δὲ κλαίοντα θοὰς ἐπὶ νῆας ἀφήσω
  264. πεπλήγων ἀγορῆθεν ἀεικέσσι πληγῇσιν.
  265. ὣς ἄρʼ ἔφη, σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμω
  266. πλῆξεν· ὃ δʼ ἰδνώθη, θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ·
  267. σμῶδιξ δʼ αἱματόεσσα μεταφρένου ἐξυπανέστη
  268. σκήπτρου ὕπο χρυσέου· ὃ δʼ ἄρʼ ἕζετο τάρβησέν τε,
  269. ἀλγήσας δʼ ἀχρεῖον ἰδὼν ἀπομόρξατο δάκρυ.
  270. οἳ δὲ καὶ ἀχνύμενοί περ ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν·
  271. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  272. ὢ πόποι ἦ δὴ μυρίʼ Ὀδυσσεὺς ἐσθλὰ ἔοργε
  273. βουλάς τʼ ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων·
  274. νῦν δὲ τόδε μέγʼ ἄριστον ἐν Ἀργείοισιν ἔρεξεν,
  275. ὃς τὸν λωβητῆρα ἐπεσβόλον ἔσχʼ ἀγοράων.
  276. οὔ θήν μιν πάλιν αὖτις ἀνήσει θυμὸς ἀγήνωρ
  277. νεικείειν βασιλῆας ὀνειδείοις ἐπέεσσιν.
  278. ὣς φάσαν ἣ πληθύς· ἀνὰ δʼ ὃ πτολίπορθος Ὀδυσσεὺς
  279. ἔστη σκῆπτρον ἔχων· παρὰ δὲ γλαυκῶπις Ἀθήνη
  280. εἰδομένη κήρυκι σιωπᾶν λαὸν ἀνώγει,
  281. ὡς ἅμα θʼ οἳ πρῶτοί τε καὶ ὕστατοι υἷες Ἀχαιῶν
  282. μῦθον ἀκούσειαν καὶ ἐπιφρασσαίατο βουλήν·
  283. ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
  284. Ἀτρεΐδη νῦν δή σε ἄναξ ἐθέλουσιν Ἀχαιοὶ
  285. πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν,
  286. οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν ἥν περ ὑπέσταν
  287. ἐνθάδʼ ἔτι στείχοντες ἀπʼ Ἄργεος ἱπποβότοιο
  288. Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι.
  289. ὥς τε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες
  290. ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι.
  291. ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι·
  292. καὶ γάρ τίς θʼ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο
  293. ἀσχαλάᾳ σὺν νηῒ πολυζύγῳ, ὅν περ ἄελλαι
  294. χειμέριαι εἰλέωσιν ὀρινομένη τε θάλασσα·
  295. ἡμῖν δʼ εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς
  296. ἐνθάδε μιμνόντεσσι· τὼ οὐ νεμεσίζομʼ Ἀχαιοὺς
  297. ἀσχαλάαν παρὰ νηυσὶ κορωνίσιν· ἀλλὰ καὶ ἔμπης
  298. αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι.
  299. τλῆτε φίλοι, καὶ μείνατʼ ἐπὶ χρόνον ὄφρα δαῶμεν
  300. ἢ ἐτεὸν Κάλχας μαντεύεται ἦε καὶ οὐκί.
  301. εὖ γὰρ δὴ τόδε ἴδμεν ἐνὶ φρεσίν, ἐστὲ δὲ πάντες
  302. μάρτυροι, οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι·
  303. χθιζά τε καὶ πρωΐζʼ ὅτʼ ἐς Αὐλίδα νῆες Ἀχαιῶν
  304. ἠγερέθοντο κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι,
  305. ἡμεῖς δʼ ἀμφὶ περὶ κρήνην ἱεροὺς κατὰ βωμοὺς
  306. ἕρδομεν ἀθανάτοισι τεληέσσας ἑκατόμβας
  307. καλῇ ὑπὸ πλατανίστῳ ὅθεν ῥέεν ἀγλαὸν ὕδωρ·
  308. ἔνθʼ ἐφάνη μέγα σῆμα· δράκων ἐπὶ νῶτα δαφοινὸς
  309. σμερδαλέος, τόν ῥʼ αὐτὸς Ὀλύμπιος ἧκε φόως δέ,
  310. βωμοῦ ὑπαΐξας πρός ῥα πλατάνιστον ὄρουσεν.
  311. ἔνθα δʼ ἔσαν στρουθοῖο νεοσσοί, νήπια τέκνα,
  312. ὄζῳ ἐπʼ ἀκροτάτῳ πετάλοις ὑποπεπτηῶτες
  313. ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα·
  314. ἔνθʼ ὅ γε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας·
  315. μήτηρ δʼ ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα·
  316. τὴν δʼ ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιαχυῖαν.
  317. αὐτὰρ ἐπεὶ κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτήν,
  318. τὸν μὲν ἀρίζηλον θῆκεν θεὸς ὅς περ ἔφηνε·
  319. λᾶαν γάρ μιν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω·
  320. ἡμεῖς δʼ ἑσταότες θαυμάζομεν οἷον ἐτύχθη.
  321. ὡς οὖν δεινὰ πέλωρα θεῶν εἰσῆλθʼ ἑκατόμβας,
  322. Κάλχας δʼ αὐτίκʼ ἔπειτα θεοπροπέων ἀγόρευε·
  323. τίπτʼ ἄνεῳ ἐγένεσθε κάρη κομόωντες Ἀχαιοί;
  324. ἡμῖν μὲν τόδʼ ἔφηνε τέρας μέγα μητίετα Ζεὺς
  325. ὄψιμον ὀψιτέλεστον, ὅου κλέος οὔ ποτʼ ὀλεῖται.
  326. ὡς οὗτος κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτὴν
  327. ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα,
  328. ὣς ἡμεῖς τοσσαῦτʼ ἔτεα πτολεμίξομεν αὖθι,
  329. τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν.
  330. κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.
  331. ἀλλʼ ἄγε μίμνετε πάντες ἐϋκνήμιδες Ἀχαιοὶ
  332. αὐτοῦ εἰς ὅ κεν ἄστυ μέγα Πριάμοιο ἕλωμεν.
  333. ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον, ἀμφὶ δὲ νῆες
  334. σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπʼ Ἀχαιῶν,
  335. μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο·
  336. τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ἱππότα Νέστωρ·
  337. ὦ πόποι ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε
  338. νηπιάχοις οἷς οὔ τι μέλει πολεμήϊα ἔργα.
  339. πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἥμιν;
  340. ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τʼ ἀνδρῶν
  341. σπονδαί τʼ ἄκρητοι καὶ δεξιαί, ᾗς ἐπέπιθμεν·
  342. αὔτως γὰρ ἐπέεσσʼ ἐριδαίνομεν, οὐδέ τι μῆχος
  343. εὑρέμεναι δυνάμεσθα, πολὺν χρόνον ἐνθάδʼ ἐόντες.
  344. Ἀτρεΐδη σὺ δʼ ἔθʼ ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν
  345. ἄρχευʼ Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας,
  346. τούσδε δʼ ἔα φθινύθειν ἕνα καὶ δύο, τοί κεν Ἀχαιῶν
  347. νόσφιν βουλεύωσʼ· ἄνυσις δʼ οὐκ ἔσσεται αὐτῶν·
  348. πρὶν Ἄργος δʼ ἰέναι πρὶν καὶ Διὸς αἰγιόχοιο
  349. γνώμεναι εἴ τε ψεῦδος ὑπόσχεσις εἴ τε καὶ οὐκί.
  350. φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα
  351. ἤματι τῷ ὅτε νηυσὶν ἐν ὠκυπόροισιν ἔβαινον
  352. Ἀργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντες
  353. ἀστράπτων ἐπιδέξιʼ ἐναίσιμα σήματα φαίνων.
  354. τὼ μή τις πρὶν ἐπειγέσθω οἶκον δὲ νέεσθαι
  355. πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι,
  356. τίσασθαι δʼ Ἑλένης ὁρμήματά τε στοναχάς τε.
  357. εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκον δὲ νέεσθαι
  358. ἁπτέσθω ἧς νηὸς ἐϋσσέλμοιο μελαίνης,
  359. ὄφρα πρόσθʼ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ.
  360. ἀλλὰ ἄναξ αὐτός τʼ εὖ μήδεο πείθεό τʼ ἄλλῳ·
  361. οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται ὅττί κεν εἴπω·
  362. κρῖνʼ ἄνδρας κατὰ φῦλα κατὰ φρήτρας Ἀγάμεμνον,
  363. ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις.
  364. εἰ δέ κεν ὣς ἕρξῃς καί τοι πείθωνται Ἀχαιοί,
  365. γνώσῃ ἔπειθʼ ὅς θʼ ἡγεμόνων κακὸς ὅς τέ νυ λαῶν
  366. ἠδʼ ὅς κʼ ἐσθλὸς ἔῃσι· κατὰ σφέας γὰρ μαχέονται.
  367. γνώσεαι δʼ εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις,
  368. ἦ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο.
  369. τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
  370. ἦ μὰν αὖτʼ ἀγορῇ νικᾷς γέρον υἷας Ἀχαιῶν.
  371. αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
  372. τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν·
  373. τώ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος
  374. χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
  375. ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν,
  376. ὅς με μετʼ ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει.
  377. καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθʼ εἵνεκα κούρης
  378. ἀντιβίοις ἐπέεσσιν, ἐγὼ δʼ ἦρχον χαλεπαίνων·
  379. εἰ δέ ποτʼ ἔς γε μίαν βουλεύσομεν, οὐκέτʼ ἔπειτα
  380. Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδʼ ἠβαιόν.
  381. νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα.
  382. εὖ μέν τις δόρυ θηξάσθω, εὖ δʼ ἀσπίδα θέσθω,
  383. εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν,
  384. εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιο μεδέσθω,
  385. ὥς κε πανημέριοι στυγερῷ κρινώμεθʼ Ἄρηϊ.
  386. οὐ γὰρ παυσωλή γε μετέσσεται οὐδʼ ἠβαιὸν
  387. εἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν.
  388. ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσφιν
  389. ἀσπίδος ἀμφιβρότης, περὶ δʼ ἔγχεϊ χεῖρα καμεῖται·
  390. ἱδρώσει δέ τευ ἵππος ἐΰξοον ἅρμα τιταίνων.
  391. ὃν δέ κʼ ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω
  392. μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα
  393. ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδʼ οἰωνούς.
  394. ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον ὡς ὅτε κῦμα
  395. ἀκτῇ ἐφʼ ὑψηλῇ, ὅτε κινήσῃ Νότος ἐλθών,
  396. προβλῆτι σκοπέλῳ· τὸν δʼ οὔ ποτε κύματα λείπει
  397. παντοίων ἀνέμων, ὅτʼ ἂν ἔνθʼ ἢ ἔνθα γένωνται.
  398. ἀνστάντες δʼ ὀρέοντο κεδασθέντες κατὰ νῆας,
  399. κάπνισσάν τε κατὰ κλισίας, καὶ δεῖπνον ἕλοντο.
  400. ἄλλος δʼ ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων
  401. εὐχόμενος θάνατόν τε φυγεῖν καὶ μῶλον Ἄρηος.
  402. αὐτὰρ ὃ βοῦν ἱέρευσε ἄναξ ἀνδρῶν Ἀγαμέμνων
  403. πίονα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι,
  404. κίκλησκεν δὲ γέροντας ἀριστῆας Παναχαιῶν,
  405. Νέστορα μὲν πρώτιστα καὶ Ἰδομενῆα ἄνακτα,
  406. αὐτὰρ ἔπειτʼ Αἴαντε δύω καὶ Τυδέος υἱόν,
  407. ἕκτον δʼ αὖτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον.
  408. αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος·
  409. ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο.
  410. βοῦν δὲ περιστήσαντο καὶ οὐλοχύτας ἀνέλοντο·
  411. τοῖσιν δʼ εὐχόμενος μετέφη κρείων Ἀγαμέμνων·
  412. Ζεῦ κύδιστε μέγιστε κελαινεφὲς αἰθέρι ναίων
  413. μὴ πρὶν ἐπʼ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν
  414. πρίν με κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον
  415. αἰθαλόεν, πρῆσαι δὲ πυρὸς δηΐοιο θύρετρα,
  416. Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι
  417. χαλκῷ ῥωγαλέον· πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι
  418. πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν.
  419. ὣς ἔφατʼ, οὐδʼ ἄρα πώ οἱ ἐπεκραίαινε Κρονίων,
  420. ἀλλʼ ὅ γε δέκτο μὲν ἱρά, πόνον δʼ ἀμέγαρτον ὄφελλεν.
  421. αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
  422. αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,
  423. μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν
  424. δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.
  425. καὶ τὰ μὲν ἂρ σχίζῃσιν ἀφύλλοισιν κατέκαιον,
  426. σπλάγχνα δʼ ἄρʼ ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο.
  427. αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,
  428. μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,
  429. ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
  430. αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα
  431. δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
  432. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  433. τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
  434. Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
  435. μηκέτι νῦν δήθʼ αὖθι λεγώμεθα, μηδʼ ἔτι δηρὸν
  436. ἀμβαλλώμεθα ἔργον ὃ δὴ θεὸς ἐγγυαλίζει.
  437. ἀλλʼ ἄγε κήρυκες μὲν Ἀχαιῶν χαλκοχιτώνων
  438. λαὸν κηρύσσοντες ἀγειρόντων κατὰ νῆας,
  439. ἡμεῖς δʼ ἀθρόοι ὧδε κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
  440. ἴομεν ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα.
  441. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
  442. αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
  443. κηρύσσειν πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς·
  444. οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα.
  445. οἳ δʼ ἀμφʼ Ἀτρεΐωνα διοτρεφέες βασιλῆες
  446. θῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις Ἀθήνη
  447. αἰγίδʼ ἔχουσʼ ἐρίτιμον ἀγήρων ἀθανάτην τε,
  448. τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθονται,
  449. πάντες ἐϋπλεκέες, ἑκατόμβοιος δὲ ἕκαστος·
  450. σὺν τῇ παιφάσσουσα διέσσυτο λαὸν Ἀχαιῶν
  451. ὀτρύνουσʼ ἰέναι· ἐν δὲ σθένος ὦρσεν ἑκάστῳ
  452. καρδίῃ ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
  453. τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι
  454. ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.
  455. ἠΰτε πῦρ ἀΐδηλον ἐπιφλέγει ἄσπετον ὕλην
  456. οὔρεος ἐν κορυφῇς, ἕκαθεν δέ τε φαίνεται αὐγή,
  457. ὣς τῶν ἐρχομένων ἀπὸ χαλκοῦ θεσπεσίοιο
  458. αἴγλη παμφανόωσα διʼ αἰθέρος οὐρανὸν ἷκε.
  459. τῶν δʼ ὥς τʼ ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ
  460. χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων
  461. Ἀσίω ἐν λειμῶνι Καϋστρίου ἀμφὶ ῥέεθρα
  462. ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσι
  463. κλαγγηδὸν προκαθιζόντων, σμαραγεῖ δέ τε λειμών,
  464. ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων
  465. ἐς πεδίον προχέοντο Σκαμάνδριον· αὐτὰρ ὑπὸ χθὼν
  466. σμερδαλέον κονάβιζε ποδῶν αὐτῶν τε καὶ ἵππων.
  467. ἔσταν δʼ ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι
  468. μυρίοι, ὅσσά τε φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ.
  469. ἠΰτε μυιάων ἁδινάων ἔθνεα πολλὰ
  470. αἵ τε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν
  471. ὥρῃ ἐν εἰαρινῇ ὅτε τε γλάγος ἄγγεα δεύει,
  472. τόσσοι ἐπὶ Τρώεσσι κάρη κομόωντες Ἀχαιοὶ
  473. ἐν πεδίῳ ἵσταντο διαρραῖσαι μεμαῶτες.
  474. τοὺς δʼ ὥς τʼ αἰπόλια πλατέʼ αἰγῶν αἰπόλοι ἄνδρες
  475. ῥεῖα διακρίνωσιν ἐπεί κε νομῷ μιγέωσιν,
  476. ὣς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθα
  477. ὑσμίνην δʼ ἰέναι, μετὰ δὲ κρείων Ἀγαμέμνων
  478. ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ,
  479. Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι.
  480. ἠΰτε βοῦς ἀγέληφι μέγʼ ἔξοχος ἔπλετο πάντων
  481. ταῦρος· ὃ γάρ τε βόεσσι μεταπρέπει ἀγρομένῃσι·
  482. τοῖον ἄρʼ Ἀτρεΐδην θῆκε Ζεὺς ἤματι κείνῳ
  483. ἐκπρεπέʼ ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσιν.
  484. ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι·
  485. ὑμεῖς γὰρ θεαί ἐστε πάρεστέ τε ἴστέ τε πάντα,
  486. ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν οὐδέ τι ἴδμεν·
  487. οἵ τινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν·
  488. πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
  489. οὐδʼ εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματʼ εἶεν,
  490. φωνὴ δʼ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη,
  491. εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι Διὸς αἰγιόχοιο
  492. θυγατέρες μνησαίαθʼ ὅσοι ὑπὸ Ἴλιον ἦλθον·
  493. ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας.
  494. Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον
  495. Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε,
  496. οἵ θʼ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν
  497. Σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τʼ Ἐτεωνόν,
  498. Θέσπειαν Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν,
  499. οἵ τʼ ἀμφʼ Ἅρμʼ ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρυθράς,
  500. οἵ τʼ Ἐλεῶνʼ εἶχον ἠδʼ Ὕλην καὶ Πετεῶνα,
  501. Ὠκαλέην Μεδεῶνά τʼ ἐϋκτίμενον πτολίεθρον,
  502. Κώπας Εὔτρησίν τε πολυτρήρωνά τε Θίσβην,
  503. οἵ τε Κορώνειαν καὶ ποιήενθʼ Ἁλίαρτον,
  504. οἵ τε Πλάταιαν ἔχον ἠδʼ οἳ Γλισᾶντʼ ἐνέμοντο,
  505. οἵ θʼ Ὑποθήβας εἶχον ἐϋκτίμενον πτολίεθρον,
  506. Ὀγχηστόν θʼ ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος,
  507. οἵ τε πολυστάφυλον Ἄρνην ἔχον, οἵ τε Μίδειαν
  508. Νῖσάν τε ζαθέην Ἀνθηδόνα τʼ ἐσχατόωσαν·
  509. τῶν μὲν πεντήκοντα νέες κίον, ἐν δὲ ἑκάστῃ
  510. κοῦροι Βοιωτῶν ἑκατὸν καὶ εἴκοσι βαῖνον.
  511. οἳ δʼ Ἀσπληδόνα ναῖον ἰδʼ Ὀρχομενὸν Μινύειον,
  512. τῶν ἦρχʼ Ἀσκάλαφος καὶ Ἰάλμενος υἷες Ἄρηος
  513. οὓς τέκεν Ἀστυόχη δόμῳ Ἄκτορος Ἀζεΐδαο,
  514. παρθένος αἰδοίη ὑπερώϊον εἰσαναβᾶσα
  515. Ἄρηϊ κρατερῷ· ὃ δέ οἱ παρελέξατο λάθρῃ·
  516. τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
  517. αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον
  518. υἷες Ἰφίτου μεγαθύμου Ναυβολίδαο,
  519. οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν
  520. Κρῖσάν τε ζαθέην καὶ Δαυλίδα καὶ Πανοπῆα,
  521. οἵ τʼ Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο,
  522. οἵ τʼ ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον,
  523. οἵ τε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισοῖο·
  524. τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
  525. οἳ μὲν Φωκήων στίχας ἵστασαν ἀμφιέποντες,
  526. Βοιωτῶν δʼ ἔμπλην ἐπʼ ἀριστερὰ θωρήσσοντο.
  527. Λοκρῶν δʼ ἡγεμόνευεν Ὀϊλῆος ταχὺς Αἴας
  528. μείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιος Αἴας
  529. ἀλλὰ πολὺ μείων· ὀλίγος μὲν ἔην λινοθώρηξ,
  530. ἐγχείῃ δʼ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς·
  531. οἳ Κῦνόν τʼ ἐνέμοντʼ Ὀπόεντά τε Καλλίαρόν τε
  532. Βῆσσάν τε Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινὰς
  533. Τάρφην τε Θρόνιον τε Βοαγρίου ἀμφὶ ῥέεθρα·
  534. τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο
  535. Λοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης.
  536. οἳ δʼ Εὔβοιαν ἔχον μένεα πνείοντες Ἄβαντες
  537. Χαλκίδα τʼ Εἰρέτριάν τε πολυστάφυλόν θʼ Ἱστίαιαν
  538. Κήρινθόν τʼ ἔφαλον Δίου τʼ αἰπὺ πτολίεθρον,
  539. οἵ τε Κάρυστον ἔχον ἠδʼ οἳ Στύρα ναιετάασκον,
  540. τῶν αὖθʼ ἡγεμόνευʼ Ἐλεφήνωρ ὄζος Ἄρηος
  541. Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων.
  542. τῷ δʼ ἅμʼ Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες
  543. αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσιν μελίῃσι
  544. θώρηκας ῥήξειν δηΐων ἀμφὶ στήθεσσι·
  545. τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
  546. οἳ δʼ ἄρʼ Ἀθήνας εἶχον ἐϋκτίμενον πτολίεθρον
  547. δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτʼ Ἀθήνη
  548. θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα,
  549. κὰδ δʼ ἐν Ἀθήνῃς εἷσεν ἑῷ ἐν πίονι νηῷ·
  550. ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ἱλάονται
  551. κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν·
  552. τῶν αὖθʼ ἡγεμόνευʼ υἱὸς Πετεῶο Μενεσθεύς.
  553. τῷ δʼ οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετʼ ἀνὴρ
  554. κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας·
  555. Νέστωρ οἶος ἔριζεν· ὃ γὰρ προγενέστερος ἦεν·
  556. τῷ δʼ ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο.
  557. Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας,
  558. στῆσε δʼ ἄγων ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες.
  559. οἳ δʼ Ἄργός τʼ εἶχον Τίρυνθά τε τειχιόεσσαν
  560. Ἑρμιόνην Ἀσίνην τε, βαθὺν κατὰ κόλπον ἐχούσας,
  561. Τροιζῆνʼ Ἠϊόνας τε καὶ ἀμπελόεντʼ Ἐπίδαυρον,
  562. οἵ τʼ ἔχον Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν,
  563. τῶν αὖθʼ ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης
  564. καὶ Σθένελος, Καπανῆος ἀγακλειτοῦ φίλος υἱός·
  565. τοῖσι δʼ ἅμʼ Εὐρύαλος τρίτατος κίεν ἰσόθεος φὼς
  566. Μηκιστέος υἱὸς Ταλαϊονίδαο ἄνακτος·
  567. συμπάντων δʼ ἡγεῖτο βοὴν ἀγαθὸς Διομήδης·
  568. τοῖσι δʼ ἅμʼ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.
  569. οἳ δὲ Μυκήνας εἶχον ἐϋκτίμενον πτολίεθρον
  570. ἀφνειόν τε Κόρινθον ἐϋκτιμένας τε Κλεωνάς,
  571. Ὀρνειάς τʼ ἐνέμοντο Ἀραιθυρέην τʼ ἐρατεινὴν
  572. καὶ Σικυῶνʼ, ὅθʼ ἄρʼ Ἄδρηστος πρῶτʼ ἐμβασίλευεν,
  573. οἵ θʼ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν
  574. Πελλήνην τʼ εἶχον ἠδʼ Αἴγιον ἀμφενέμοντο
  575. Αἰγιαλόν τʼ ἀνὰ πάντα καὶ ἀμφʼ Ἑλίκην εὐρεῖαν,
  576. τῶν ἑκατὸν νηῶν ἦρχε κρείων Ἀγαμέμνων
  577. Ἀτρεΐδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι
  578. λαοὶ ἕποντʼ· ἐν δʼ αὐτὸς ἐδύσετο νώροπα χαλκὸν
  579. κυδιόων, πᾶσιν δὲ μετέπρεπεν ἡρώεσσιν
  580. οὕνεκʼ ἄριστος ἔην πολὺ δὲ πλείστους ἄγε λαούς.
  581. οἳ δʼ εἶχον κοίλην Λακεδαίμονα κητώεσσαν,
  582. Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην,
  583. Βρυσειάς τʼ ἐνέμοντο καὶ Αὐγειὰς ἐρατεινάς,
  584. οἵ τʼ ἄρʼ Ἀμύκλας εἶχον Ἕλος τʼ ἔφαλον πτολίεθρον,
  585. οἵ τε Λάαν εἶχον ἠδʼ Οἴτυλον ἀμφενέμοντο,
  586. τῶν οἱ ἀδελφεὸς ἦρχε βοὴν ἀγαθὸς Μενέλαος
  587. ἑξήκοντα νεῶν· ἀπάτερθε δὲ θωρήσσοντο·
  588. ἐν δʼ αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθὼς
  589. ὀτρύνων πόλεμον δέ· μάλιστα δὲ ἵετο θυμῷ
  590. τίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε.
  591. οἳ δὲ Πύλον τʼ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινὴν
  592. καὶ Θρύον Ἀλφειοῖο πόρον καὶ ἐΰκτιτον Αἰπὺ
  593. καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον
  594. καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον, ἔνθά τε Μοῦσαι
  595. ἀντόμεναι Θάμυριν τὸν Θρήϊκα παῦσαν ἀοιδῆς
  596. Οἰχαλίηθεν ἰόντα παρʼ Εὐρύτου Οἰχαλιῆος·
  597. στεῦτο γὰρ εὐχόμενος νικησέμεν εἴ περ ἂν αὐταὶ
  598. Μοῦσαι ἀείδοιεν κοῦραι Διὸς αἰγιόχοιο·
  599. αἳ δὲ χολωσάμεναι πηρὸν θέσαν, αὐτὰρ ἀοιδὴν
  600. θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν·
  601. τῶν αὖθʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ·
  602. τῷ δʼ ἐνενήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
  603. οἳ δʼ ἔχον Ἀρκαδίην ὑπὸ Κυλλήνης ὄρος αἰπὺ
  604. Αἰπύτιον παρὰ τύμβον ἵνʼ ἀνέρες ἀγχιμαχηταί,
  605. οἳ Φενεόν τʼ ἐνέμοντο καὶ Ὀρχομενὸν πολύμηλον
  606. Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην
  607. καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινὴν
  608. Στύμφηλόν τʼ εἶχον καὶ Παρρασίην ἐνέμοντο,
  609. τῶν ἦρχʼ Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ
  610. ἑξήκοντα νεῶν· πολέες δʼ ἐν νηῒ ἑκάστῃ
  611. Ἀρκάδες ἄνδρες ἔβαινον ἐπιστάμενοι πολεμίζειν.
  612. αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
  613. νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντον
  614. Ἀτρεΐδης, ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει.
  615. οἳ δʼ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον
  616. ὅσσον ἐφʼ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα
  617. πέτρη τʼ Ὠλενίη καὶ Ἀλήσιον ἐντὸς ἐέργει,
  618. τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δʼ ἀνδρὶ ἑκάστῳ
  619. νῆες ἕποντο θοαί, πολέες δʼ ἔμβαινον Ἐπειοί.
  620. τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθην
  621. υἷες ὃ μὲν Κτεάτου, ὃ δʼ ἄρʼ Εὐρύτου, Ἀκτορίωνε·
  622. τῶν δʼ Ἀμαρυγκεΐδης ἦρχε κρατερὸς Διώρης·
  623. τῶν δὲ τετάρτων ἦρχε Πολύξεινος θεοειδὴς
  624. υἱὸς Ἀγασθένεος Αὐγηϊάδαο ἄνακτος.
  625. οἳ δʼ ἐκ Δουλιχίοιο Ἐχινάων θʼ ἱεράων
  626. νήσων, αἳ ναίουσι πέρην ἁλὸς Ἤλιδος ἄντα,
  627. τῶν αὖθʼ ἡγεμόνευε Μέγης ἀτάλαντος Ἄρηϊ
  628. Φυλεΐδης, ὃν τίκτε Διῒ φίλος ἱππότα Φυλεύς,
  629. ὅς ποτε Δουλίχιον δʼ ἀπενάσσατο πατρὶ χολωθείς·
  630. τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
  631. αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους,
  632. οἵ ῥʼ Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον
  633. καὶ Κροκύλειʼ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν,
  634. οἵ τε Ζάκυνθον ἔχον ἠδʼ οἳ Σάμον ἀμφενέμοντο,
  635. οἵ τʼ ἤπειρον ἔχον ἠδʼ ἀντιπέραιʼ ἐνέμοντο·
  636. τῶν μὲν Ὀδυσσεὺς ἦρχε Διὶ μῆτιν ἀτάλαντος·
  637. τῷ δʼ ἅμα νῆες ἕποντο δυώδεκα μιλτοπάρῃοι.
  638. Αἰτωλῶν δʼ ἡγεῖτο Θόας Ἀνδραίμονος υἱός,
  639. οἳ Πλευρῶνʼ ἐνέμοντο καὶ Ὤλενον ἠδὲ Πυλήνην
  640. Χαλκίδα τʼ ἀγχίαλον Καλυδῶνά τε πετρήεσσαν·
  641. οὐ γὰρ ἔτʼ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν,