Ichneutae
Sophocles
Sophocles. Oxyrhynchus Papyri, Part 9. Grenfell, Bernard P. (Bernard Pyne); Hunt, Arthur S. (Arthur Surridge), editors. London: Egypt Exploration Fund, 1912.
- [--- [*](about 11 ll.) ] ἄρτι μανθάνω χρόνῳ
- [--- [*](about 8 ll.) ἐγχ]άσκοντα τῇ ʼμῇ μωρίᾳ
- [--- [*](about 11 ll.) ο]ὐδέν, ἀλλὰ παιδιᾶς χάριν.
- [σὺ δʼ οὖν τὸ λοιπ̀ο]ν εἰς ἔμʼ εὐδίαν ἔχων,
- [εἴ σοι φέρει χάρ]μʼ ἤ τι κερδαίνειν δοκεῖς
- [ὄπως θέλεις κά]χαζε καὶ τέρπου φρένα·
- [τὸν παῖδα δʼ ὄ]ντα τοῦ Διὸς σαφεῖ λόγῳ
- [μὴ σκῶπτε ποι]ῶν ἐν νέῳ νέον λόγον·
- [οὗτος γὰρ οὔτε] πρὸς πατρὸς κλέπτης ἔφυ
- [οὔτʼ αὖτις ἐν μ]ήτρωσιν ἡ κλοπὴ κρατεῖ.
- [εἰ δὴ κλοπή τ]ίς ἐστι, τὸν κλέπτην σκόπει
- [ἄπορον ἄ]καρπον· τοῦδε δʼ οὐ πεινῇ δόμος.
- [ἄθρ]ει γένος πρόσαπτε τὴν πονηρίαν
- [πρὸ]ς ὅντινʼ ἥκει· τῷδε δʼ οὐχ οὕτω πρέπει.