Ichneutae
Sophocles
Sophocles. Oxyrhynchus Papyri, Part 9. Grenfell, Bernard P. (Bernard Pyne); Hunt, Arthur S. (Arthur Surridge), editors. London: Egypt Exploration Fund, 1912.
- τος πορίζειν τοιάνδε γῆρυν.
- μὴ νῦν ἀπίστει· πιστὰ γάρ σε προσγελᾷ θεᾶς ἔπη.
- καὶ πῶς πίθωμαι τοῦ θανόντος φθέγμα τοιοῦτον βρέμειν;
- πιθοῦ· θανὼν γὰρ ἔσχε φωνήν, ζῶν δʼ ἄναυδος ἦν ὁ θήρ.
- ποῖός τις ἦν εἶδος; πρ[ο]μήκης, ἢ ʼπίκυρτος, ἢ βραχύς;