Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- τί δρῶμεν; ἐν σοὶ καὶ τὸ πλεῖν ἡμᾶς, ἄναξ,
- ἤδη ʼστὶ καὶ τοῖς τοῦδε προσχωρεῖν λόγοις.
- ἐμοὶ μὲν οἶκτος δεινὸς ἐμπέπτωκέ τις
- τοῦδʼ ἀνδρὸς οὐ νῦν πρῶτον, ἀλλὰ καὶ πάλαι.
- ἐλέησον, ὦ παῖ, πρὸς θεῶν, καὶ μὴ παρῇς