Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ὦ τέκνον, ἡ σή, πάντα ταῦτʼ ἐν εὐχερεῖ
- ἔθου, βοῆς τε καὶ δυσοσμίας γέμων.
- καὶ νῦν ἐπειδὴ τοῦδε τοῦ κακοῦ δοκεῖ
- λήθη τις εἶναι κἀνάπαυλα δή, τέκνον,
- σύ μʼ αὐτὸς ἆρον, σύ με κατάστησον, τέκνον,