Philoctetes

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ὡς δʼ ἔστʼ ἐμοὶ μὲν οὐχί, σοὶ δʼ ὁμιλία
  2. πρὸς τόνδε πιστὴ καὶ βέβαιος, ἔκμαθε.
  3. σὺ μὲν πέπλευκας οὔτʼ ἔνορκος οὐδενὶ
  4. οὔτʼ ἐξ ἀνάγκης οὔτε τοῦ πρώτου στόλου·
  5. ἐμοὶ δὲ τούτων οὐδέν ἐστʼ ἀρνήσιμον.