Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἀλλʼ ἔστʼ ἐκείνῳ πάντα λεκτά, πάντα δὲ
- τολμητά· καὶ νῦν οἶδʼ ὁθούνεχʼ ἵξεται.
- ἀλλʼ, ὦ τέκνον, χωρῶμεν, ὡς ἡμᾶς πολὺ
- πέλαγος ὁρίζῃ τῆς Ὀδυσσέως νεώς.
- ἴωμεν· ἥ τοι καίριος σπουδὴ πόνου