Philoctetes

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. τίνος δʼ Ἀτρεῖδαι τοῦδʼ ἄγαν οὕτω χρόνῳ
  2. τοσῷδʼ ἐπεστρέφοντο πράγματος χάριν,
  3. ὅν γʼ εἶχον ἤδη χρόνιον ἐκβεβληκότες;
  4. τίς ὁ πόθος αὐτοὺς ἵκετʼ; ἢ θεῶν βία
  5. καὶ νέμεσις, οἵπερ ἔργʼ ἀμύνουσιν κακά;