Philoctetes

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. αἱρεῖ πονηρόν, ἀλλὰ τοὺς χρηστοὺς ἀεί.
Φιλοκτήτης
  1. ξυμμαρτυρῶ σοι· καὶ κατʼ αὐτὸ τοῦτό γε
  2. ἀναξίου μὲν φωτὸς ἐξερήσομαι,
  3. γλώσσῃ δὲ δεινοῦ καὶ σοφοῦ, τί νῦν κυρεῖ.
Νεοπτόλεμος
  1. ποίου δὲ τούτου πλήν γʼ Ὀδυσσέως ἐρεῖς;