Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- οὗτος σὲ καὶ σὺ τόνδʼ· ἐγὼ δʼ Ἀσκληπιὸν
- παυστῆρα πέμψω σῆς νόσου πρὸς Ἴλιον.
- τὸ δεύτερον γὰρ τοῖς ἐμοῖς αὐτὴν χρεὼν
- τόξοις ἁλῶναι. τοῦτο δʼ ἐννοεῖθʼ, ὅταν
- πορθῆτε γαῖαν, εὐσεβεῖν τὰ πρὸς θεούς·