Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- τί δῆτʼ ἂν ἡμεῖς δρῷμεν, εἰ σέ γʼ ἐν λόγοις
- πείσειν δυνησόμεσθα μηδὲν ὧν λέγω;
- ὡς ῥᾷστʼ ἐμοὶ μὲν τῶν λόγων λῆξαι, σὲ δὲ
- ζῆν, ὥσπερ ἤδη ζῇς, ἄνευ σωτηρίας.
- ἔα με πάσχειν ταῦθʼ ἅπερ παθεῖν με δεῖ·