Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- Ἕλενος ἀριστόμαντις, ὃς λέγει σαφῶς
- ὡς δεῖ γενέσθαι ταῦτα· καὶ πρὸς τοῖσδʼ ἔτι
- ὡς ἔστʼ ἀνάγκη τοῦ παρεστῶτος θέρους
- Τροίαν ἁλῶναι πᾶσαν· ἢ δίδωσʼ ἑκὼν
- κτείνειν ἑαυτόν, ἢν τάδε ψευσθῇ λέγων.