Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- οὗ δῆτα, τέκνον, ποικίλως αὐδωμένου
- δέχου τὰ συμφέροντα τῶν ἀεὶ λόγων.
- ἐγὼ δὲ πρὸς ναῦν εἶμι, σοὶ παρεὶς τάδε·
- Ἑρμῆς δʼ ὁ πέμπων δόλιος ἡγήσαιτο νῷν
- Νίκη τʼ Ἀθάνα Πολιάς, ἣ σῴζει μʼ ἀεί.