Philoctetes
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἄφιλον ἔρημον ἄπολιν, ἐν ζῶσιν νεκρόν. φεῦ.
- ὄλοιο· καί σοι πολλάκις τόδʼ ηὐξάμην.
- ἀλλʼ οὐ γὰρ οὐδὲν θεοὶ νέμουσιν ἡδύ μοι,
- σὺ μὲν γέγηθας ζῶν, ἐγὼ δʼ ἀλγύνομαι
- τοῦτʼ αὔθʼ, ὅτι ζῶ σὺν κακοῖς πολλοῖς τάλας,