Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- σὺ δʼ οὖν λέγʼ, εἴ σοι τῷ λόγῳ τις ἡδονή.
- καὶ δὴ λέγω σοι πᾶν ὅσον κατειδόμην.
- ἐπεὶ γὰρ ἦλθον πατρὸς ἀρχαῖον τάφον,
- ὁρῶ κολώνης ἐξ ἄκρας νεορρύτους
- πηγὰς γάλακτος καὶ περιστεφῆ κύκλῳ
- πάντων ὅσʼ ἐστὶν ἀνθέων θήκην πατρός.
- ἰδοῦσα δʼ ἔσχον θαῦμα, καὶ περισκοπῶ