Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- οὔτε γόων παρʼ ἡμῶν.
- ὑφʼ ἡδονῆς τοι, φιλτάτη, διώκομαι
- τὸ κόσμιον μεθεῖσα σὺν τάχει μολεῖν·
- φέρω γὰρ ἡδονάς τε κἀνάπαυλαν ὧν
- πάροιθεν εἶχες καὶ κατέστενες κακῶν
- πόθεν δʼ ἂν εὕροις τῶν ἐμῶν σὺ πημάτων
- ἄρηξιν, οἷς ἴασιν οὐκ ἔνεστʼ ἰδεῖν;