Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- Ὀρέστα φίλταθʼ, ὥς μʼ ἀπώλεσας θανών.
- ἀποσπάσας γὰρ τῆς ἐμῆς οἴχει φρενὸς
- αἵ μοι μόναι παρῆσαν ἐλπίδων ἔτι,
- σὲ πατρὸς ἥξειν ζῶντα τιμωρόν ποτε
- κἀμοῦ ταλαίνης. νῦν δὲ ποῖ με χρὴ μολεῖν;
- μόνη γάρ εἰμι, σοῦ τʼ ἀπεστερημένη
- καὶ πατρός. ἤδη δεῖ με δουλεύειν πάλιν