Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- οὔτοι μάτην γε· πῶς γὰρ ἂν μάτην λέγοις,
- εἴ μοι θανόντος πίστʼ ἔχων τεκμήρια
- προσῆλθες, ὅστις τῆς ἐμῆς ψυχῆς γεγώς,
- μαστῶν ἀποστὰς καὶ τροφῆς ἐμῆς, φυγὰς
- ἀπεξενοῦτο καί μʼ, ἐπεὶ τῆσδε χθονὸς
- ἐξῆλθεν, οὐκέτʼ εἶδεν, ἐγκαλῶν δέ μοι
- φόνους πατρῴους δείνʼ ἐπηπείλει τελεῖν;