Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- καὶ ταῦτα μὲν τοιαῦθʼ· ὅταν δέ τις θεῶν
- βλάπτῃ, δύναιτʼ ἂν οὐδʼ ἂν ἰσχύων φυγεῖν.
- κεῖνος γὰρ ἄλλης ἡμέρας, ὅθʼ ἱππικῶν
- ἦν ἡλίου τέλλοντος ὠκύπους ἀγών,
- εἰσῆλθε πολλῶν ἁρματηλατῶν μέτα.
- εἷς ἦν Ἀχαιός, εἷς ἀπὸ Σπάρτης, δύο
- Λίβυες ζυγωτῶν ἁρμάτων ἐπιστάται·