Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. εἰ τοῦ τυράννου δώματʼ Αἰγίσθου τάδε;
Χορός
  1. τάδʼ ἐστίν, ὦ ξένʼ· αὐτὸς ᾔκασας καλῶς.
Παιδαγωγός
  1. ἦ καὶ δάμαρτα τήνδʼ ἐπεικάζων κυρῶ
  2. κείνου; πρέπει γὰρ ὡς τύραννος εἰσορᾶν.
Χορός
  1. μάλιστα πάντων· ἥδε σοι κείνη πάρα.
Παιδαγωγός
  1. ὦ χαῖρʼ, ἄνασσα· σοὶ φέρων ἥκω λόγους
  2. ἡδεῖς φίλου παρʼ ἀνδρὸς Αἰγίσθῳ θʼ ὁμοῦ.