Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. σιγὴ παρʼ ὑμῶν, πρὸς θεῶν, ἔστω, φίλαι·
  2. ὡς εἰ τάδʼ ἡ τεκοῦσα πεύσεται, πικρὰν
  3. δοκῶ με πεῖραν τήνδε τολμήσειν ἔτι.
Χορός
  1. εἰ μὴ ʼγὼ παράφρων μάντις ἔφυν καὶ γνώμας
  2. λειπομένα σοφᾶς,
  3. εἶσιν ἁ πρόμαντις
  4. Δίκα δίκαια φερομένα χεροῖν κράτη·