Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- πέμπει με κείνη τοῦδε τοῦ φόβου χάριν.
- πρός νυν θεῶν σε λίσσομαι τῶν ἐγγενῶν
- ἐμοὶ πιθέσθαι μηδʼ ἀβουλίᾳ πεσεῖν·
- εἰ γάρ μʼ ἀπώσει, σὺν κακῷ μέτει πάλιν.
- ἀλλʼ, ὦ φίλη, τούτων μὲν ὧν ἔχεις χεροῖν
- τύμβῳ προσάψῃς μηδέν· οὐ γάρ σοι θέμις
- οὐδʼ ὅσιον ἐχθρᾶς ἀπὸ γυναικὸς ἱστάναι