Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- εἴ μοι λέγοις τὴν ὄψιν, εἴποιμʼ ἂν τότε.
- ἀλλʼ οὐ κάτοιδα πλὴν ἐπὶ σμικρὸν φράσαι.
- λέγʼ ἀλλὰ τοῦτο· πολλά τοι σμικροὶ λόγοι
- ἔσφηλαν ἤδη καὶ κατώρθωσαν βροτούς.
- λόγος τις αὐτήν ἐστιν εἰσιδεῖν πατρὸς
- τοῦ σοῦ τε κἀμοῦ δευτέραν ὁμιλίαν
- ἐλθόντος ἐς φῶς· εἶτα τόνδʼ ἐφέστιον