Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἦ ταῦτα δή με καὶ βεβούλευνται ποεῖν;
- μάλισθʼ· ὅταν περ οἴκαδʼ Αἴγισθος μόλῃ.
- ἀλλʼ ἐξίκοιτο τοῦδέ γʼ οὕνεκʼ ἐν τάχει.
- τίνʼ, ὦ τάλαινα, τόνδʼ ἐπηράσω λόγον;
- ἐλθεῖν ἐκεῖνον, εἴ τι τῶνδε δρᾶν νοεῖ.
- ὅπως πάθῃς τί χρῆμα; ποῦ ποτʼ εἶ φρενῶν;
- ὅπως ἀφʼ ὑμῶν ὡς προσωτάτω φύγω.