Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. τοὺς σοὺς ἱκοίμην, εἴπερ ὧδε ταῦτʼ ἔχει;
Ἠλέκτρα
  1. ὡς νῦν ἀπόντος ἱστόρει· τί σοι φίλον;
Χορός
  1. καὶ δή σʼ ἐρωτῶ· τοῦ κασιγνήτου τί φής,
  2. ἥξοντος ἢ μέλλοντος; εἰδέναι θέλω.
Ἠλέκτρα
  1. φησίν γε· φάσκων δʼ οὐδὲν ὧν λέγει ποεῖ.
Χορός
  1. φιλεῖ γὰρ ὀκνεῖν πρᾶγμʼ ἀνὴρ πράσσων μέγα.
Ἠλέκτρα
  1. καὶ μὴν ἔγωγʼ ἔσωσʼ ἐκεῖνον οὐκ ὄκνῳ.