Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- δέξεται εὐπατρίδαν, Διὸς εὔφρονι
- βήματι μολόντα τάνδε γᾶν Ὀρέσταν.
- ὅν γʼ ἐγὼ ἀκάματα προσμένουσʼ, ἄτεκνος,
- τάλαινʼ, ἀνύμφευτος αἰὲν οἰχνῶ,
- δάκρυσι μυδαλέα, τὸν ἀνήνυτον
- οἶτον ἔχουσα κακῶν· ὁ δὲ λάθεται
- ὧν τʼ ἔπαθʼ ὧν τʼ ἐδάη. τί γὰρ οὐκ ἐμοὶ