Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. χρόνῳ θρασεῖαν· ὡς μάλιστα σοὶ μέλειν
  2. οἶμαι, μάλιστα δʼ ἂν κατειδυῖαν φράσαι.
Ἠλέκτρα
  1. ἔξοιδα· πῶς γὰρ οὐχί; συμφορᾶς γὰρ ἂν
  2. ἔξωθεν εἴην τῶν ἐμῶν τῆς φιλτάτης.
Αἴγισθος
  1. ποῦ δῆτʼ ἂν εἶεν οἱ ξένοι; δίδασκέ με.
Ἠλέκτρα
  1. ἔνδον· φίλης γὰρ προξένου κατήνυσαν.
Αἴγισθος
  1. ἦ καὶ θανόντʼ ἤγγειλαν ὡς ἐτητύμως;