Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ἄλλως τε καὶ φέροντες οἷʼ ἂν οὔτε τις
  2. δόμων ἀπώσαιτʼ οὔτʼ ἂν ἡσθείη λαβών.
Παιδαγωγός
  1. ὦ πλεῖστα μῶροι καὶ φρενῶν τητώμενοι,
  2. πότερα παρʼ οὐδὲν τοῦ βίου κήδεσθʼ ἔτι
  3. ἢ νοῦς ἔνεστιν οὔτις ὑμὶν ἐγγενής,
  4. ὅτʼ οὐ παρʼ αὐτοῖς, ἀλλʼ ἐν αὐτοῖσιν κακοῖς
  5. τοῖσιν μεγίστοις ὄντες οὐ γιγνώσκετε;