Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. τί δʼ ἔστιν;
Ὀρέστης
  1. σιγᾶν ἄμεινον, μή τις ἔνδοθεν κλύῃ.
Ἠλέκτρα
  1. ἀλλʼ οὐ μὰ τὴν ἄδμητον αἰὲν Ἄρτεμιν,
  2. τόδε μὲν οὔ ποτʼ ἀξιώσω τρέσαι,
  3. περισσὸν ἄχθος ἔνδον
  4. γυναικῶν ὂν αἰεί.
Ὀρέστης
  1. ὅρα γε μὲν δὴ κἀν γυναιξὶν ὡς Ἄρης