Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ὁρῶμεν, ὦ παῖ, κἀπὶ συμφοραῖσί μοι
- γεγηθὸς ἕρπει δάκρυον ὀμμάτων ἄπο.
- ἰὼ γοναί,
- γοναὶ σωμάτων ἐμοὶ φιλτάτων,
- ἐμόλετʼ ἀρτίως,
- ἐφηύρετʼ, ἤλθετʼ, εἴδεθʼ οὓς ἐχρῄζετε.
- πάρεσμεν· ἀλλὰ σῖγʼ ἔχουσα πρόσμενε.
- τί δʼ ἔστιν;
- σιγᾶν ἄμεινον, μή τις ἔνδοθεν κλύῃ.
- ἀλλʼ οὐ μὰ τὴν ἄδμητον αἰὲν Ἄρτεμιν,
- τόδε μὲν οὔ ποτʼ ἀξιώσω τρέσαι,
- περισσὸν ἄχθος ἔνδον
- γυναικῶν ὂν αἰεί.
- ὅρα γε μὲν δὴ κἀν γυναιξὶν ὡς Ἄρης
- ἔνεστιν· εὖ δʼ ἔξοισθα πειραθεῖσά που.
- ὀτοτοτοτοῖ τοτοῖ,
- ἀνέφελον ἐνέβαλες οὔ ποτε καταλύσιμον,
- οὐδέ ποτε λησόμενον ἁμέτερον
- οἷον ἔφυ κακόν.
- ἔξοιδα, παῖ, ταῦτʼ· ἀλλʼ ὅταν παρουσία