Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἄτιμος οὐδενὸς σύ· τοῦτο δʼ οὐχὶ σόν.
- εἴπερ γʼ Ὀρέστου σῶμα βαστάζω τόδε;
- ἀλλʼ οὐκ Ὀρέστου, πλὴν λόγῳ γʼ ἠσκημένον.
- ποῦ δʼ ἔστʼ ἐκείνου τοῦ ταλαιπώρου τάφος;
- οὐκ ἔστι· τοῦ γὰρ ζῶντος οὐκ ἔστιν τάφος.
- πῶς εἶπας, ὦ παῖ;
- ψεῦδος οὐδὲν ὧν λέγω.