Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. φεῦ φεῦ. τί λέξω; ποῖ λόγων ἀμηχανῶν
  2. ἔλθω; κρατεῖν γὰρ οὐκέτι γλώσσης σθένω.
Ἠλέκτρα
  1. τί δʼ ἔσχες ἄλγος; πρὸς τί τοῦτʼ εἰπὼν κυρεῖς;
Ὀρέστης
  1. ἦ σὸν τὸ κλεινὸν εἶδος Ἠλέκτρας τόδε;
Ἠλέκτρα
  1. τόδʼ ἔστʼ ἐκεῖνο, καὶ μάλʼ ἀθλίως ἔχον.
Ὀρέστης
  1. οἴμοι ταλαίνης ἆρα τῆσδε συμφορᾶς.
Ἠλέκτρα
  1. οὐ δή ποτʼ, ὦ ξένʼ, ἀμφʼ ἐμοὶ στένεις τάδε;