Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. πρὶν ἐς ξένην σε γαῖαν ἐκπέμψαι χεροῖν
  2. κλέψασα ταῖνδε κἀνασώσασθαι φόνου,
  3. ὅπως θανὼν ἔκεισο τῇ τόθʼ ἡμέρᾳ,
  4. τύμβου πατρῴου κοινὸν εἰληχὼς μέρος.
  5. νῦν δʼ ἐκτὸς οἴκων κἀπὶ γῆς ἄλλης φυγὰς
  6. κακῶς ἀπώλου, σῆς κασιγνήτης δίχα,
  7. κοὔτʼ ἐν φίλαισι χερσὶν ἡ τάλαινʼ ἐγὼ