Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- τόδʼ ἄγγος ἴσθι σῶμα τοὐκείνου στέγον.
- ὦ ξεῖνε, δός νυν, πρὸς θεῶν, εἴπερ τόδε
- κέκευθεν αὐτὸν τεῦχος, εἰς χεῖρας λαβεῖν,
- ὅπως ἐμαυτὴν καὶ γένος τὸ πᾶν ὁμοῦ
- ξὺν τῇδε κλαύσω κἀποδύρωμαι σποδῷ.
- δόθʼ, ἥτις ἐστί, προσφέροντες· οὐ γὰρ ὡς
- ἐν δυσμενείᾳ γʼ οὖσʼ ἐπαιτεῖται τάδε,