Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. λήγει δʼ ἔρις δραμοῦσα τοῦ προσωτάτω
  2. ἀνδρῶν γερόντων ἐν ξυναλλαγῇ λόγου.
  3. ἀλλʼ ἡμὶν Αἴας ποῦ ʼστιν, ὡς φράσω τάδε;
  4. τοῖς κυρίοις γὰρ πάντα χρὴ δηλοῦν λόγον.
Χορός
  1. οὐκ ἔνδον, ἀλλὰ φροῦδος ἀρτίως, νέας
  2. βουλὰς νέοισιν ἐγκαταζεύξας τρόποις.
Ἄγγελος
  1. ἰοὺ ἰού·
  2. βραδεῖαν ἡμᾶς ἆρʼ ὁ τήνδε τὴν ὁδὸν
  3. πέμπων ἔπεμψεν ἢ ʼφάνην ἐγὼ βραδύς.
Χορός
  1. τί δʼ ἐστὶ χρείας τῆσδʼ ὑπεσπανισμένον;
Ἄγγελος
  1. τὸν ἄνδρʼ ἀπηύδα Τεῦκρος ἔνδοθεν στέγης
  2. μὴ ʼξω παρήκειν, πρὶν παρὼν αὐτὸς τύχῃ.
Χορός
  1. ἀλλʼ οἴχεταί τοι, πρὸς τὸ κέρδιστον τραπεὶς
  2. γνώμης, θεοῖσιν ὡς καταλλαχθῇ χόλου.
Ἄγγελος
  1. ταῦτʼ ἐστὶ τἄπη μωρίας πολλῆς πλέα,
  2. εἴπερ τι Κάλχας εὖ φρονῶν μαντεύεται.
Χορός
  1. ποῖον; τί δʼ εἰδὼς τοῦδε πράγματος πάρει;
Ἄγγελος
  1. τοσοῦτον οἶδα καὶ παρὼν ἐτύγχανον.
  2. ἐκ γὰρ συνέδρου καὶ τυραννικοῦ κύκλου
  3. Κάλχας μεταστὰς οἶος Ἀτρειδῶν δίχα,