Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἡμῖν, τὸν ἄνδρα διαπεφοιβάσθαι κακοῖς.
- ἰώ μοί μοι.
- τάχʼ, ὡς ἔοικε, μᾶλλον· ἢ οὐκ ἠκούσατε
- Αἴαντος οἵαν τήνδε θωΰσσει βοήν;
- ἰώ μοί μοι.
- ἁνὴρ ἔοικεν ἢ νοσεῖν ἢ τοῖς πάλαι
- νοσήμασιν ξυνοῦσι λυπεῖσθαι παρών.
- ἰὼ παῖ παῖ.
- ὤμοι τάλαινʼ· Εὐρύσακες, ἀμφὶ σοὶ βοᾷ.
- τί ποτε μενοινᾷ; ποῦ ποτʼ εἶ; τάλαινʼ ἐγώ.
- Τεῦκρον καλῶ. ποῦ Τεῦκρος; ἢ τὸν εἰσαεὶ
- λεηλατήσει χρόνον, ἐγὼ δʼ ἀπόλλυμαι;
- ἁνὴρ φρονεῖν ἔοικεν. ἀλλʼ ἀνοίγετε.
- τάχʼ ἄν τινʼ αἰδῶ κἀπʼ ἐμοὶ βλέψας λάβοι.
- ἰδού, διοίγω· προσβλέπειν δʼ ἔξεστί σοι
- τὰ τοῦδε πράγη, καὐτὸς ὡς ἔχων κυρεῖ.