Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- βαλεῖτε χἠμᾶς τρεῖς ὁμοῦ συγκειμένους.
- ἐπεὶ καλόν μοι τοῦδʼ ὑπερπονουμένῳ
- θανεῖν προδήλως μᾶλλον ἢ τῆς σῆς ὑπὲρ
- γυναικός, ἢ τοῦ σοῦ γʼ ὁμαίμονος λέγω;
- πρὸς ταῦθʼ ὅρα μὴ τοὐμόν, ἀλλὰ καὶ τὸ σόν·
- ὡς εἴ με πημανεῖς τι, βουλήσει ποτὲ
- καὶ δειλὸς εἶναι μᾶλλον ἢ ʼν ἐμοὶ θρασύς.
- ἄναξ, Ὀδυσσεῦ, καιρὸν ἴσθʼ ἐληλυθώς,
- εἰ μὴ ξυνάψων, ἀλλὰ συλλύσων πάρει.
- τί δʼ ἔστιν, ἄνδρες; τηλόθεν γὰρ ᾐσθόμην
- βοὴν Ἀτρειδῶν τῷδʼ ἐπʼ ἀλκίμῳ νεκρῷ.
- οὐ γὰρ κλύοντές ἐσμεν αἰσχίστους λόγους,
- ἄναξ Ὀδυσσεῦ, τοῦδʼ ὑπʼ ἀνδρὸς ἀρτίως;
- ποίους; ἐγὼ γὰρ ἀνδρὶ συγγνώμην ἔχω
- κλύοντι φλαῦρα συμβαλεῖν ἔπη κακά.
- ἤκουσεν αἰσχρά· δρῶν γὰρ ἦν τοιαῦτά με.