Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- τοσοῦτον ὥστε σῶμα τυμβεῦσαι τάφῳ,
- ἀλλʼ ἀμφὶ χλωρὰν ψάμαθον ἐκβεβλημένος
- ὄρνισι φορβὴ παραλίοις γενήσεται.
- πρὸς ταῦτα μηδὲν δεινὸν ἐξάρῃς μένος.
- εἰ γὰρ βλέποντος μὴ ʼδυνήθημεν κρατεῖν,
- πάντως θανόντος γʼ ἄρξομεν, κἂν μὴ θέλῃς,
- χερσὶν παρευθύνοντες· οὐ γὰρ ἔσθʼ ὅπου
- λόγων γʼ ἀκοῦσαι ζῶν ποτʼ ἠθέλησʼ ἐμῶν.
- καίτοι κακοῦ πρὸς ἀνδρὸς ὄντα δημότην
- μηδὲν δικαιοῦν τῶν ἐφεστώτων κλύειν.
- οὐ γάρ ποτʼ οὔτʼ ἂν ἐν πόλει νόμοι καλῶς
- φέροιντʼ ἄν, ἔνθα μὴ καθεστήκῃ δέος,
- οὔτʼ ἂν στρατός γε σωφρόνως ἄρχοιτʼ ἔτι,
- μηδὲν φόβου πρόβλημα μηδʼ αἰδοῦς ἔχων.
- ἀλλʼ ἄνδρα χρή, κἂν σῶμα γεννήσῃ μέγα,
- δοκεῖν πεσεῖν ἂν κἂν ἀπὸ σμικροῦ κακοῦ.