Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἔχω πεπονθὼς μαρτυρεῖν ὀνήσιμα.
Τειρεσίας
  1. φρόνει βεβὼς αὖ νῦν ἐπὶ ξυροῦ τύχης.
Κρέων
  1. τί δʼ ἔστιν; ὡς ἐγὼ τὸ σὸν φρίσσω στόμα.
Τειρεσίας
  1. γνώσει, τέχνης σημεῖα τῆς ἐμῆς κλύων.
  2. εἰς γὰρ παλαιὸν θᾶκον ὀρνιθοσκόπον
  3. ἵζων, ἵνʼ ἦν μοι παντὸς οἰωνοῦ λιμήν,
  4. ἀγνῶτʼ ἀκούω φθόγγον ὀρνίθων, κακῷ
  5. κλάζοντας οἴστρῳ καὶ βεβαρβαρωμένῳ.
  6. καὶ σπῶντας ἐν χηλαῖσιν ἀλλήλους φοναῖς