Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ἀραχθέντων, ὑφʼ αἱματηραῖς
- χείρεσσι καὶ κερκίδων ἀκμαῖσιν.
- κατὰ δὲ τακόμενοι μέλεοι μελέαν πάθαν
- κλαῖον, ματρὸς ἔχοντες ἀνύμφευτον γονάν·
- ἁ δὲ σπέρμα μὲν ἀρχαιογόνων
- ἄντασʼ Ἐρεχθεϊδᾶν,
- τηλεπόροις δʼ ἐν ἄντροις
- τράφη θυέλλαισιν ἐν πατρῴαις
- Βορεὰς ἅμιππος ὀρθόποδος ὑπὲρ πάγου