Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. καὶ νῦν ἄγει με διὰ χερῶν οὕτω λαβὼν
  2. ἄλεκτρον, ἀνυμέναιον, οὔτε του γάμου
  3. μέρος λαχοῦσαν οὔτε παιδείου τροφῆς,
  4. ἀλλʼ ὧδʼ ἔρημος πρὸς φίλων ἡ δύσμορος
  5. ζῶσʼ εἰς θανόντων ἔρχομαι κατασκαφάς.
  6. ποίαν παρεξελθοῦσα δαιμόνων δίκην;