Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. φίλη μὲν ἥξειν πατρί, προσφιλὴς δὲ σοί,
  2. μῆτερ, φίλη δὲ σοί, κασίγνητον κάρα·
  3. ἐπεὶ θανόντας αὐτόχειρ ὑμᾶς ἐγὼ
  4. ἔλουσα κἀκόσμησα κἀπιτυμβίους
  5. χοὰς ἔδωκα. νῦν δέ, Πολύνεικες, τὸ σὸν
  6. δέμας περιστέλλουσα τοιάδʼ ἄρνυμαι.