Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἆται κοιμήματά τʼ αὐτογέννητʼ ἐμῷ πατρὶ δυσμόρου ματρός,
  2. οἵων ἐγώ ποθʼ ἁ ταλαίφρων ἔφυν·
  3. πρὸς οὓς ἀραῖος ἄγαμος ἅδʼ ἐγὼ μέτοικος ἔρχομαι.
  4. ἰὼ δυσπότμων κασίγνητε γάμων κυρήσας,
  5. θανὼν ἔτʼ οὖσαν κατήναρές με.
Χορός
  1. σέβειν μὲν εὐσέβειά τις,
  2. κράτος δʼ ὅτῳ κράτος μέλει
  3. παραβατὸν οὐδαμᾷ πέλει·
  4. σὲ δʼ αὐτόγνωτος ὤλεσʼ ὀργά.