Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. τοὔργον, κρυφῇ δὲ κεῦθε, σὺν δʼ αὔτως ἐγώ.
Ἀντιγόνη
  1. οἴμοι, καταύδα· πολλὸν ἐχθίων ἔσει
  2. σιγῶσʼ, ἐὰν μὴ πᾶσι κηρύξῃς τάδε.
Ἰσμήνη
  1. θερμὴν ἐπὶ ψυχροῖσι καρδίαν ἔχεις.
Ἀντιγόνη
  1. ἀλλʼ οἶδʼ ἀρέσκουσʼ οἷς μάλισθʼ ἁδεῖν με χρή.
Ἰσμήνη
  1. εἰ καὶ δυνήσει γʼ· ἀλλʼ ἀμηχάνων ἐρᾷς.