Antigone

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. Ταντάλου Σιπύλῳ πρὸς ἄκρῳ, τὰν κισσὸς ὡς ἀτενὴς
  2. πετραία βλάστα δάμασεν, καί νιν ὄμβροι τακομέναν,
  3. ὡς φάτις ἀνδρῶν,
  4. χιών τʼ οὐδαμὰ λείπει, τέγγει δʼ ὑπʼ ὀφρύσι παγκλαύτοις
  5. δειράδας· ᾇ με δαίμων ὁμοιοτάταν κατευνάζει.
Χορός
  1. ἀλλὰ θεός τοι καὶ θεογεννής,
  2. ἡμεῖς δὲ βροτοὶ καὶ θνητογενεῖς.
  3. καίτοι φθιμένῃ μέγα κἀκοῦσαι
  4. τοῖς ἰσοθέοις σύγκληρα λαχεῖν.