Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- αἰτουμένη που τεύξεται τὸ μὴ θανεῖν,
- ἢ γνώσεται γοῦν ἀλλὰ τηνικαῦθʼ ὅτι
- πόνος περισσός ἐστι τἀν Ἅιδου σέβειν.
- Ἔρως ἀνίκατε μάχαν, Ἔρως, ὃς ἐν κτήμασι πίπτεις,
- ὃς ἐν μαλακαῖς παρειαῖς νεάνιδος ἐννυχεύεις,
- φοιτᾷς δʼ ὑπερπόντιος ἔν τʼ ἀγρονόμοις αὐλαῖς·
- καί σʼ οὔτʼ ἀθανάτων φύξιμος οὐδεὶς
- οὔθʼ ἁμερίων σέ γʼ ἀνθρώπων. ὁ δʼ ἔχων μέμηνεν.
- σὺ καὶ δικαίων ἀδίκους φρένας παρασπᾷς ἐπὶ λώβᾳ,
- σὺ καὶ τόδε νεῖκος ἀνδρῶν ξύναιμον ἔχεις ταράξας·
- νικᾷ δʼ ἐναργὴς βλεφάρων ἵμερος εὐλέκτρου
- νύμφας, τῶν μεγάλων πάρεδρος ἐν ἀρχαῖς
- θεσμῶν. ἄμαχος γὰρ ἐμπαίζει θεὸς Ἀφροδίτα.
- νῦν δʼ ἤδη ʼγὼ καὐτὸς θεσμῶν
- ἔξω φέρομαι τάδʼ ὁρῶν ἴσχειν δʼ
- οὐκέτι πηγὰς δύναμαι δακρύων,
- τὸν παγκοίτην ὅθʼ ὁρῶ θάλαμον
- τήνδʼ Ἀντιγόνην ἀνύτουσαν.
- ὁρᾶτʼ ἔμʼ, ὦ γᾶς πατρίας πολῖται, τὰν νεάταν ὁδὸν
- στείχουσαν, νέατον δὲ φέγγος λεύσσουσαν ἀελίου,