Antigone
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- τοὐμὸν προσόψει κρᾶτʼ ἐν ὀφθαλμοῖς ὁρῶν,
- ὡς τοῖς θέλουσι τῶν φίλων μαίνῃ συνών.
- ἁνήρ, ἄναξ, βέβηκεν ἐξ ὀργῆς ταχύς·
- νοῦς δʼ ἐστὶ τηλικοῦτος ἀλγήσας βαρύς.
- δράτω· φρονείτω μεῖζον ἢ κατʼ ἄνδρʼ ἰών·
- τὼ δʼ οὖν κόρα τώδʼ οὐκ ἀπαλλάξει μόρου.
- ἄμφω γὰρ αὐτὼ καὶ κατακτεῖναι νοεῖς;
- οὐ τήν γε μὴ θιγοῦσαν· εὖ γὰρ οὖν λέγεις.
- μόρῳ δὲ ποίῳ καί σφε βουλεύει κτανεῖν;